Ancient Greek
1.503.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.503.2
Unproofread scanNot analysed yet
καθάπερ εἴπομεν [p. 418, 19 ss]. τάχα δ’ ἂν τι σημαίνοι καὶ πραγματιώδες· τὸ μὲν γὰρ ἐν τοῖς φθαρτοῖς εἶδος πάντως ἐστὶ μεθ’ ἑτέρου· τὸ γὰρ ἐν τῷδε ἀνθρώπειον εἶδος ἐστὶ καὶ ἐν τῷδε, πλειόνων ὄντων τῶν μετεχόντων, καὶ διὰ τοῦτο ἐκάτερον μεθ’ ἑτέρου· τὸ δὲ ἀίδιον μέν, οὐχ ὅλον δέ, εἰ καὶ μοναδικόν ἐστι καὶ διὰ τοῦτο μὴ μεθ’ ἑτέρου, ἀλλὰ δεύτερον, ἀτελέστερον ὄν ὅλου τινός· τὸ δὲ μήτε ἐν πολλοῖς μήτε μέρος μεθ’ ἑτέρου δεύτερον οὐκ ἔστιν, ὡς καὶ ἑνὸς ὄν καὶ ὅλου καὶ μὴ μέρους. εἰκότως ἄρα καὶ ὁ θεολόγος [Orph. frg. 61. 89. 94. 130] μόνον παράγει τὸν Φάνητα σπέρμα φέροντα θεῶν κλυτὸν ἀπὸ τοῦ κρυφίας ὄντος θεοῦ τὰ πάντα καὶ ἀπὸ τούτου πάσας ὑφίστησι τὰς δευτέρας τάξεις τῶν θεῶν· Οὐρανὸς μὲν γὰρ μετὰ τῆς Γῆς πρόεισιν· ἡ δὲ πάλιν Γαῖάν τε καὶ Οὐρανὸν εὐρὺν ἐτίκτε· καὶ Κρόνος μετὰ τῆς Ῥέας· κατὰ γὰρ τὴν τρίτην γονὴν ἡ Γῆ προήγαγεν ἑπτὰ μὲν εὐειδεῖς κοῦρας, ἐλικώπιδας, ἀγνάς, ἑπτὰ δὲ παῖδας ἄνακτας ἐγείνατο λαχνήντας. ὁ δὲ δημιουργὸς αὐτός, ὁ μέγιστος Ζεύς, σύγγει τῇ “Ἡρᾳ διὸ καὶ ἰσοτελὴς αὐτῷ καλεῖται, καὶ ἐκ τῶν αὐτῶν προεληλύθασι πατέρων. ὁ δὲ γε Φάνης μόνος τε πρόεισι καὶ ὁ αὐτὸς ἀνυμνεῖται Θήλυς καὶ γενέτωρ, παράγει δὲ τὰς Νύκτας, καὶ τῇ μέσῃ σύνεστιν ὡς πατὴρ· αὐτὸς γὰρ ἐξ παιδὸς ἀφείλετο κοῦριον ἄνθος. καὶ κατὰ τοῦτον ἄρα τὸν θεολόγον τὸ παντελὲς ζῷον μεθ’ ἑτέρου δεύτερον οὐκ ἔστιν, ἀλλὰ πληροῖ μὲν τοὺς νυκτίους διακόσμους, πληροῖ δὲ τοὺς οὐρανίους τῆς ἑαυτοῦ παντό-