Ancient Greek
1.55.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.55.2
Unproofread scanNot analysed yet
ἀγχινουστέρους ἐπισκέπτεσθαι χρή. τῆς γὰρ δὴ φυσιολογίας τριχῇ διηρημένης, ὡς συνελόντι φάναι, καὶ τῆς μὲν περὶ τὴν ὕλην ἀσχολουμένης καὶ τὰς ὑλικὰς αἰτίας, τῆς δὲ προστιθείσης καὶ τὴν τοῦ εἴδους ζήτησιν καὶ τοῦτο κυριώτερον αἴτιον ἀποφαинуομένης, τῆς δ’ αὐ τριτῆς ταῦτα μὲν οὐδὲ τῶν αἰτίων λόγον, ἀλλὰ τὸν τῶν συναυτιῶν ἔχειν ἀποδεικνυούσης, τὰς δὲ κυρίως αἰτίας τῶν φύσει γινομένων ἄλλας ὑποτιθεμένης, τὸ ποιητικόν, τὸ παραδειγματικόν, τὸ τελικόν, οἱ μὲν πολλοὶ τῶν πρὸ τοῦ Πλάτωνος φυσικῶν περὶ τὴν ὕλην διέτριψαν, οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο τὸ ὑποκείμενον λέγοντες· καὶ γὰρ αὐ καὶ Ἀναξαγόρας, ὃς δὴ δοκεῖ καθευδόντων τῶν ἄλλων τὸν νοῦν αἴτιον ὄντα τῶν γιγνομένων ἰδεῖν, οὐδὲν ἐν ταῖς ἀποδόσεσι προσχρῆται τῷ νῷ, μᾶλλον δὲ ἀέρας τινὰς αἰτιάται καὶ αἰθέρας τῶν γινομένων, ὡς ὁ ἐν Φαίδωνι [98C] Σωκράτης φησίν· οἱ δὲ μετὰ Πλάτωνα προστάντες τῆς αἱρέσεως, οὐ πάντες, ἀλλ’ ὅσοι γε αὐτῶν ἀκριβέστεροι, καὶ τὸ εἶδος μετὰ τῆς ὕλης θεωρεῖν ἡξίωσαν τὸν φυσικόν, εἰς ὕλην καὶ εἶδος ἀνάγοντες τὰς τῶν σωμάτων ἀρχάς· καὶ γὰρ εἰ πού καὶ τῆς ποιητικῆς αἰτίας διαμνημονεύουσιν, ὥσπερ ὅταν τὴν φύσιν ἀρχὴν κινήσεως λέγωσιν, ἀλλ’ ἀφαιροῦσιν αὐτῆς τὸ δραστήριον καὶ τὸ κυρίως ποιητικόν, λόγους ἐν αὐτῇ μὴ συγχωροῦντες εἶναι τῶν παρ’ αὐτῆς γινομένων, ἀλλὰ πολλά καὶ αὐτομάτως γίγνεσθαι διδόντες, πρὸς τῷ μηδὲ πάντων ἀπλῶς τῶν φυσικῶν ποιητικὴν αἰτίαν ὁμολογεῖν προὔφεσται, μόνων δὲ τῶν ἐν γενέσει φερομένων· ἐπεὶ τῶν γε αἰδίων οὐδὲν ποιητικὸν εἶναι φασὶ διαφωθῆν· ὅπου καὶ λανθάνουσιν ἢ τὸν ὅλον οὐρανὸν ἀπὸ ταυτομάτου συνιστάντες, ἢ τὸ σωματικὸν αὐτὸ ἑαυτοῦ παρακτικὸν ἀποφαίνόμενοι. μόνος δὲ ὁ Πλάτων τοῖς Πυθαγορείοις ἐπομένως παραδίδωσι μὲν καὶ