Ancient Greek
1.68.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.68.2
Unproofread scanNot analysed yet
ηθείας, κάλλος περὶ τὴν ἐρμηνείαν ἐργαζομένης· ὁ γοῦν Ὅμηρος πολλὰ τοιαῦτα εἴρηκεν [H 247]· ἕκ μὲν γὰρ φησι διὰ πτύχας ἤλθε δατῶν χαλκὸς ἀτειρῆς, ἐπεσχέθη δὲ ἐν τῇ ἑβδομάτῃ· καὶ τῷ ὀνόματι φησὶν οὕτως καὶ ἄλλοθι πολλαχοῦ· ἔχει μὲν καὶ αἰτίαν ἐνταῦθα ἡ ἐξάλ- D λαγή· τοὺς μὲν γὰρ παρόντας ἤν δεικνύντα ἀριθμεῖν· δεικτικὸν γὰρ τὸ εἰς δύο τρεῖς· τὸν δὲ ἀπόντα —δεικνύναι γὰρ ἀδύνατον ἦν —διὰ τοῦ τέταρτος ἐσήμηνε· καὶ γὰρ ἐπὶ ἀπόντος χρώμεθα τῷ τέταρτος· πρὸς δὲ τὸ πρότερον, ὅτι ἄρα τοσούτων μὲν παρόντων, ὅσους ἤν παραγίνεσθαι εἰκός, περιττὸν τὸ ἀριθμεῖν, ἐλλείποντος δέ τινος, ὃν ἀγνοοῦμεν δι’ ὀνόματος, ἔμφασιν ἔχει τοῦ λείποντος ἢ τῶν παρόντων ἀπαρίθμησις, ὡς ἐπιποθοῦσα τὸν λοιπὸν καὶ ὡς ἐνδέουσα μέρει τοῦ παντὸς ἀριθμοῦ. τοῦτο οὖν καὶ ὁ Πλάτων ἐνδεικνύμενος πεποίηκε τὸν Σωκράτην καὶ ἀριθμοῦντα τοὺς παραγενομένους καὶ ἀπαιτοῦντα τὸν ὑπολειπόμενον· εἰ μὲν γὰρ ἐγίνωσκε κἀκεῖνον καὶ ἤν δυνατόν δηλοῦν τῷ ὀνόματι, εἴπεν ἂν τυχόν, ὅτι Κριτίαν μὲν ὁρᾷ καὶ Τίμαιον καὶ Ἐρμοκράτην, τὸν δέῖνα δὲ οὐχ ὁρᾷ· ἐπειδή δὲ ξένος ἦν ὁ ἀπὼν καὶ ἀγνὼς αὐτῷ, διὰ τοῦ ἀριθμοῦ μόνον αὐτὸς τε οἶδεν ὅτι ἄπεται, καὶ ἡμῖν ποιεῖ καταφανὲς τοῖς ὑστερὸν τοσούτων γενοῦσι. χαρίεντα μὲν οὖν πάντα ταῦτα καὶ ὅσα τοιαῦτα ἂν τις ἐπινοήσειεν εἰς θεωρίαν τῆς προκειμένης ὧσεως· δεῖ δὲ μεμνῆσθαι καὶ ὅτι Πυθαγόρειος ὁ διάλογος, καὶ χρῆ τὸν Ε προσήκοντα τρόπον ἐκείνοις ποιείσθαι τὰς ἐξηγήσεις. οὐκοῦν ἰδικὰ μὲν λάβοις ἂν ἐντεῦθεν Πυθαγόρεια δόγματα τοιαῦτα· τὴν φιλίαν οἱ ἄνδρες ἐκεῖνοι σκοπὸν ἐτίθεντο πάσης τῆς ἑαυτῶν φιλοσοφίας καὶ τὴν ὁμονοητικὴν ζωήν· ταύτην δὴ καὶ ὁ Σωκράτης πρὸ πάντων προέβλητο φίλον τὸν Τίμαιον ἀποκαλῶν. τὰς ὁμολογίας ὥντο χρῆναι βεβαίας αὐτοῖς διαμένειν, ὡς πρὸς ἀλλήλους ἐποιοῦντο· ταύτας καὶ ὁ Σωκρά-