Ancient Greek
1.73.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.73.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 A] διδασκαλείου, καὶ διότι νοσοῦντα τοῦτον παραδέδωκε· τοῦτον οὖν καὶ νῦν ἀπεῖναι διὰ νόσον· οὕτω γὰρ Ἀριστοκλῆς κατασκευάζει Θεαίτητον εἶναι τὸν ἀπόντα. καίτοι γε Θεαί- B τητος ὀλίγον πρὸ τῆς Σωκράτους τελευτῆς καὶ Σωκράτει γνώριμος γέγονε καὶ τῷ Ἐλεάτῃ ξένῳ· εἰ δὲ καὶ ἤν πρὸ πολλοῦ γνώριμος ἐκείνῳ, τί τῷ Τιμαίῳ κοινὸν πρὸς ἐκεῖνον; Πτολεμαῖος δὲ ὁ Πλατωνικὸς Κλειτοφῶντα αὐτὸν οἴεται εἶναι· τοῦτον γὰρ ἐν τῷ ὁμωνύμῳ διαλόγῳ μὴδ’ ἀποκρίσεως ἠξιώσθαι παρὰ Σωκράτους. Δερκυλλίδης δὲ Πλάτωνα· τοῦτον γὰρ καὶ τῆς Σωκράτους ἀπολελειφθαι τελευτῆς διὰ νόσον [Phaedr. 59 B]. τοῦτους μὲν οὖν, ὅπερ ἔφη, παραλείπω, καλῶς καὶ ὑπὸ τῶν πρὸ ἡμῶν ἀποδοκιμασθέντας, ὡς οὔτε ἀξία ζητήσεως ζητοῦντας οὔτε ἀσφαλὲς τι λέγοντας· γλίσχρως τε γὰρ ἐπιχειροῦσιν ἀπαντες, καὶ οὐδὲν πρὸς τὸν λόγον, εἰ καὶ τοῦτο εὕρομεν ὃ ζητοῦσιν· ἐπεὶ καὶ τὸ μὲν Θεαίτητον διὰ τὴν νόσον ἢ Πλάτωνα λέγειν οὐδὲ τοῖς χρόνοις συνάδει· τούτων γὰρ ὁ μὲν κρινομένου Σωκράτους, ὁ δὲ ἀποθανόντος εἴρηται νοσεῖν· τὸ δὲ Κλειτοφῶντα, παντελῶς ἄτοπον· παρῆν γὰρ οὐδὲ τῇ προτεραίᾳ, Σωκράτους διηγουμενου [rep. I 340 AB] τίνα εἴπεν ὁ Κλειτοφῶν τῇ πρὸ ἐκείνης κατὰ C τὴν ἐν Πειραιεῖ συνουσίαν. πλὴν τοσοῦτον ὁ Ἀττικὸς ὀρθῶς ἐπισημαίνεται· ἔοικεν ὁ ἀπολειπόμενος οὗτος εἶναι τῶν μετὰ Τιμαίου ξένων· διὸ καὶ ὁ Σωκράτης αὐτὸν ἐρωτᾷ τὸν Τίμαιον, ὅπου ποτὲ εἴη ὁ τέταρτος, καὶ ἐκεῖνος ὡς περὶ ἐπιτηδείου τινὸς ἀπολογεῖται τὴν ἀπουσίαν ἀναγκαίαν αὐτῷ καὶ ἀβούλητον δεικνύς. ταῦτα μὲν οὖν τὰ παρὰ τῶν παλαιοτέρων. ἃ δὲ ὁ ἡμέτερος καθηγημενὸν ἐν τούτοις ἐπέκρινε, ταῦτα ἡμῖν ἑπτέα τῷ Πλάτωνι διαφερόντως ἐπόμενα. ἔλεγε δ’ οὖν, ὅτι ὅσφ αἱ ἀκροάσεις περὶ σεμνοτέρων γίγνονται καὶ ὑψηλοτέρων πραγμάτων, τοσοῦτῳ τὸ μὲν τῶν ἀκροα-