Ancient Greek
1.76.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.76.9
Unproofread scanNot analysed yet
μᾶτην ἂν παρεγένετο τοῖσδε τοῖς λόγοις, ὅπου καὶ τῶν ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 AB] αὐτῶν ἀποπληρουῦσης. ἐπειδὴ δέ, ὥσπερ εἴρηται καὶ πρότερον, ἀκρότης μὲν ἐστὶ τῆς τῶν ἀκροατῶν τούτων τριάδος, συνάπτει δὲ αὐτὸν τῇ μονάδι τῇ διατιθείσῃ τοὺς λόγους κατ’ εἰκόνα τῶν δημιουργικῶν θεῶν, ἄξιον κατιδεῖν, ὅπως ἐξαιρεῖ μὲν ἀπὸ τῶν ἄλλων τὸν Τίμαιον καὶ ὡς πρὸς διαθέτην τῆς ὅλης συνουσίας ἀποτείνεται, συντάττει δὲ αὐτῷ τοὺς ἄλλους ὡς ὑφειμένους αὐτοῦ τῆς ἀξίας. καὶ γὰρ ταῦτα ἀναπέμφειεν ἡμᾶς ἐπὶ τὰς θείας αἰτίας, ἐν αἷς τὸ πρῶτον τῆς τριάδος ἐνούμενον τῇ πρωτουργῷ μονάδι καὶ τὰ ἄλλα πρὸς ἐκείνην ἀνатеίνει καὶ προκαλεῖται μὲν τὴν τῆς μονάδος ποίησιν, ἀνεγείρει δὲ τὰς τῶν ἄλλων ἐνεργείας εἰς ἀπογέννησιν. ταῦτα μὲν οὖν ἀκόλουθα τοῖς προειρημένοις· ὁ δὲ γε Πορφύριος ἠθικὸν ἐν τούτοις ἀναγράφει τὸ τοὺς φίλους ὑπὲρ ἀλλήλων χρήναι πάντα ὑπομένειν ἐν τε λόγοις καὶ ἐν ἔργοις καὶ τὸ ἐνδεον ἐκείνοις αὐτοὺς περιάγειν εἰς τὸ ἀνευδεές, τὸ ἐκεῖνον ἀναπληροῦντας· ταῦτα γὰρ ἐστὶν ἴδια τῆς καθαρᾶς καὶ ἀδόλου φιλίας. ὁ δὲ Ἰάμβλιχος ἅπαξ τὸν ἀκατουνόμαστον ὑποθέμενος εἶναι χρεῖττονα τῶν παρόντων καὶ φιλοθεάμονα τῶν νοητῶν ἐνδεικνυσθαι φησι τὸν Σωκράτην διὰ τούτων, ὅτι, κἂν ἀπολείπηται τὰ γεννήματα τὰ τῆς φύσεως τῶν ὄντως ὄντων, ἀλλὰ παρασπᾶται τινα ἀπ’ αὐτῶν ὁμοιότητα πρὸς αὐτά· κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ περὶ τὴν φύσιν στρεφομένη θεωρία μετέχει πως τῆς ἐπιστήμης τῶν νοητῶν, καὶ τοῦτο ἡ ἀναπλήρωσις δηλοῖ.