Ancient Greek
1.78.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.78.2
Unproofread scanNot analysed yet
φιλάνθρωπον· τὸ μὲν γὰρ πᾶνν μὲν οὖν τὴν τε προθυ-μίαν αὐτοῦ τὴν περὶ τὸν ἀπόντα καὶ τὴν τελειότητα τῆς ἐπιστήμης, καθ’ ἣν καὶ τὰ ἔλλειποντα τοῖς ἄλλοις πληροῦν ἕτοιμός ἐστι, καὶ τὸ ἄπλαστον ἐπιδείκνυσιν· τὸ δὲ καὶ κατὰ δύναμιν γε οὐδὲν ἔλλειψομεν τὸ ἀσφαλὲς ἐν ταῖς ὑπο-σκέσει καὶ τὸ μέτριον ἐν τοῖς περὶ αὐτοῦ λόγοις ἱκανῶς παρίστησιν. ἠθικὰ μὲν οὖν ταῦτα διὰ τούτων ληπτέα· φυσικὰ δὲ τὴν ἀντίδοσιν τῶν λόγων εἰκόνα φέρειν τῆς ἐν τοῖς φυσικοῖς ἔργοις κοινωνίας τῶν δυνάμεων καὶ ἀμοι-βῆς, δι’ ἣν πάντα συντέτακται καὶ εἰς τὴν μίαν ἀρμονίαν συντελεῖ τοῦ παντός, καὶ τὸ κατὰ χρόνον ἐξαλλάττεσθαι τὰς τῆς φύσεως ἐνεργείας, νῦν μὲν ἄλλων, νῦν δὲ ἄλλων ποιούν-των εἰς ἄλλα καὶ ἄλλα· τούτοις γὰρ ἔοικε τὸ ἀνταφεστιῶν τὸν ἐστιάσαντα χθὲς. Θεολογικὸν δὲ τὸ τὸ δημιουργικὸν αἴτιον διὰ πάντων προῖέναι καὶ πάντα πληροῦν καὶ πᾶσαν ἔλλειψιν ἀποκόπτειν διὰ τῆς ἑαυτοῦ δυνάμεως καὶ τῆς γονίμου περι-ουσίας, καθ’ ἣν οὐδὲν ἀφίησιν ἕρημον ἑαυτοῦ· τῷ γὰρ ὑπερ-πλήρει καὶ τῷ ἱκανῷ καὶ τῷ παντελεῖω χαρακτηρίζεται. καὶ μὴν καὶ τὸ ἀνταφεστιῶν ἀπὸ τῆς ἐν ταῖς θεομυθίαις ἐστιάσεως εἰλκύσται, καθ’ ἣν δεξιούνται ἀλλήλους οἱ θεοί· τοὶ δὲ χρυσοῖσι δεπάεσσι Δειδέχατ’ ἀλλήλους [A 4]· παρὰ τῷ μεγίστῳ Διὶ πληρούμενοι τοῦ νέκταρος. καὶ οὐδὲ ἀπλῶς εἴρηται ἀνθεστιῶν, ἀλλ’ ἀνταφεστιῶν· ἡ γὰρ ἀφεστία-σις τὴν ὁλοτελῆ τῆς ἐστιάσεως ἀποπλήρωσιν συνείληφεν. ὁρᾷ-ται δὲ τοῦτο καὶ ἐν τοῖς ὅλοις· αἱ τε γὰρ φαινόμεναι δια-κοσμήσεις διὰ τῆς ἑαυτῶν ἄκρας ἐπιτηδειότητος προκαλοῦνται τὰς ἀφανεῖς δυνάμεις, καὶ ἐκεῖναι δι’ ἀγαθότητος ὑπερβολὴν καὶ ταύτας τελειοῦσι, καὶ συνάπτεται ταῦτα πάντα ἀλλήλοις, καὶ ἀνταπόδοσις γίνεται τῆς προκλήσεως ἢ τῆς τελειότητος μετάδοσις. ἔτι τοίνυν τὸ μετὰ τοῦ δικαίου ταῦτα πάντα ποιεῖν εἰκόνα φέρει τῆς Δίκης τῆς ἅμα τῷ Διὶ πάντα τατ-