Ancient Greek
1.80.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.80.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 B] ἐννοεῖν προσῆκει· τὸ μὲν γὰρ μέμνησθε τὴν διρημένην ἐν τοῖς κοινοῖς τῶν λόγων ἐπιδείκνυσιν γνῶσιν· ἐστὶ γὰρ καὶ ἐν τῷ δημιουργῷ μνήμη τῶν πάντων ἡ χωριστὴ καὶ ἐξηρημένη καὶ ἐνοειδὴς γνῶσις κατὰ τὴν ἐν αὐτῷ Μνη- 5 μοσύνην, τῆς θείας νοήσεως οὖσαν μόνιμον ἰδρυσιν, καὶ ἐν τοῖς δευτέροις θεοῖς ἢ ὑφεμένη νόησις· ὧν εἰκόνες οἱ παρόντες ἦσαν. καὶ διὰ ταύτην τὴν ἐν τῷ παντὶ προὑπάρχουσαν μνήμην αἱ τε ὅλαι ψυχαὶ τοῖς νοητοῖς ἐνίδρυνται καὶ οἱ λόγοι οἱ δημιουργικοὶ τὸ ἀτρεπτον ἔχουν καὶ ἀκίνη- 10 τον, ὅς ὅσα γε στέρεται αὐτῆς, ἀπορρεῖ τῶν οἰκείων αἰτίων, ὥσπερ αἱ μερικαὶ ψυχαὶ καὶ αἱ τῶν γεννητῶν φύσεις. τὸ δὲ ὅσα καὶ περὶ ὧν τῆς τε ποσότητος καὶ τῆς ποιότητός ἐστι τῶν ὄντων ἐμφαντικόν, ἀ πρόσεισι μὲν ἀπὸ τῆς ὅλης δημιουργίας, πρόσεισι δὲ καὶ ἀπὸ τῶν μερικωτέρων θεῶν. τὸ 15 δὲ ἐπιτάζει, εἰ μὲν πρὸς Κριτίαν λέγοιτο καὶ Ἑρμοκράτην, δῆλόν ἐστιν ὅπως ἀναπεμπτέον ἐπὶ τὰ πράγματα καὶ τὰς ἀρχὰς τῆς κοσμοπολίας· εἰ δὲ καὶ πρὸς Τίμαιον, οὐκ ἐστιν ὑπεροχῆς σύμβολον, ἀλλὰ προκλήσεως τῶν ἐν αὐτῷ νοήσεων. πρὸς δὲ ταῦτα θεασώμεθα τοῦ Τιμαίου τὴν ἀπόκρισιν· 20 Τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρῶν ὑπομνήσεις [17 B].