Ancient Greek
1.81.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.81.3
Unproofread scanNot analysed yet
Τριτῆς τῆς πολιτείας οὖσης ἡ μὲν πρώτη διάθεσις αὐτῆς ὄντως ἦν χαλεπὴ διὰ τοὺς σοφιστικοὺς ἀγῶνας, ἡ δὲ δευτέρα τῆς πρὸ αὐτῆς ῥάων, ἡ δὲ τρίτη ῥάστη, συνῃρημένως πᾶν τὸ εἶδος ἔχουσα τῆς πολιτείας. ἡ δὲ ἐπανάληψις αὕτη τοῖς φυσικοῖς προσῆκει πράγμασι διὰ τὴν ἐν αὐτοῖς παλιγγενεσίαν καὶ τὴν ἐπὶ τὸ αὐτὸ εἶδος ἐπανακύκλησιν, ἀφ’ ἧς δὴ καὶ βεβαίως ἐν τῷ κόσμῳ διαμένει τὰ εἴδη, τὴν ἀπορροὴν αὐτῶν καὶ τὴν ἀπώλειαν τῆς ἀνακυκλήσεως ἐπα- F νκαλουμένης, δι’ ἣν καὶ ὁ οὐρανὸς ἀεικίνητός ἐστι καὶ πολλάς ἀνελίπτων περιόδους ἐπὶ τὴν αὐτὴν ἀνακάμπτει ζωήν. ἀλλὰ διὰ ποίαν αἰτίαν ἐν μὲν τῇ τῆς πολιτείας ἀφηγήσει τούτων οὐκ ἐμνημόνευσεν, οὔτε τῶν προσώπων οὔτε τῶν ὑποσχέσεων, ἐνταῦθα δὲ καὶ ταῦτα προστίθησιν; ὅτι καὶ ἐν τοῖς ὅλοις τὰ μὲν παραδείγματα περιεῖληφε πᾶν-