Ancient Greek
1.85.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.85.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17 BC] τῆς ὅλης πολιτείας ἐστὶν ὁ λόγος, καὶ οὐ δεῖ περὶ τούτων ἀμφισβητεῖν, ἀλλ’ ἐκεῖνο μᾶλλον σκοπεῖν, ὅπως εἰκότως καὶ ὑφειμένην καὶ χρείττω τῆς φυσιολογίας ἡττέον τὴν πολι- 11 τείαν· ὡς μὲν γὰρ ὅλην ἔχουσα τὰ ἀνθρώπινα πράγματα καὶ ταῦτα κοσμεῖν ὑφειμένη δευτέραν ἔχει τάξιν τῆς φυσιολογίας καὶ μερικωτέραν, ὡς δὲ ἐν τοῖς καθόλου λόγοις ὑφεστῶσα καὶ ἀσωμάτως καὶ ἀύλως διατεταγμένη χρείττω καὶ ὁλικωτέραν· καὶ γὰρ ὁ κόσμος πολιτεία τις ἐστὶ καὶ μερικός, ὅτι πᾶν σῶμα μερικόν. ὅλος δὲ καὶ ἡ πολιτεία προϋπάρχει μὲν ἐν τῷ νοητῷ, ὑπάρχει δὲ καὶ ἐν οὐρανῷ, τελευταῖον δὲ ἐστὶ καὶ ἐν ταῖς ἀνθρωπίνοις ζωαῖς. ὥστε εἴτε κρείττων τῆς φυσικῆς δημιουργίας, εἰκότως πρὸ τοῦ Τιμαίου, εἴτε χειρόν, ὅτι αὕτη μὲν ἡθικὸς ἐστὶ κόσμος, ἐκεῖνη δὲ κοσμικὸς καὶ παντελής, εἰκότως δεοίμεθα ἂν ἀπὸ τῶν ὑφειμένων ἀνατρέχειν ἐπὶ τὰ σμυνότερα. καὶ ἐστὶν ἀμφότερα ἀληθῆ διὰ τὰς εἰρημένας αἰτίας. ἐπεὶ δέ, ὥσπερ ἔφραμεν, καὶ καθόλου τὸ εἶδος ἦν τῆς πολιτείας καὶ ἐπὶ μερικῆς ὕλης ὑπετυποῦτο, διὰ τοῦτο καὶ ὁ Σωκράτης τὸ μὲν οἷα τε τοῦ εἴδους ἕνεκεν παρέλαβε, τὸ δὲ ἐξ οἷον ἀνθρώπων διὰ τὴν ὕλην. Καὶ μᾶλα γε, ὦ Σώκρατες, ἡμῖν ἠθεῖσα πᾶσι κατὰ νοῦν [17 C]. Ἡ κατὰ νοῦν ὑφήγησις, ἀλλὰ μὴ καθ’ ἡδονὴν μηδὲ κατὰ γνώμην, τελειότητα θαυμαστὴν καὶ νοερὰν ἐπιβολὴν τῶν λόγων ἐνδείκνυται καὶ πρὸ γε τούτου τὴν εἰς ἕνα νοῦν καὶ μίαν ἠνωμένην δημιουργίαν ἐπάντων τῶν δευτέρων αἰτίων ὁμορροτικὴν σύνοδον αἰνίσσεται. καὶ μέντοι καὶ τὸ μᾶλα προσκείμενον τὴν ὑπερβάλλουσαν ἕνωσιν ἐμφαίνει, δι’ ἣν καὶ πάντα τὰ δημιουργικὰ αἴτια ὡς ἐφ’ ἕν κέντρον σύννεύει τὴν μίαν τῶν πάντων πατρικὴν αἰτίαν.