Ancient Greek
1.86.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.86.2
Unproofread scanNot analysed yet
Ἄρ’ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων; [17 C. cf. rep. II 369 Dss] Ὁ περὶ τῆς πολιτείας λόγος καὶ ἡ τῶν ἐν αὐτῇ γενῶν συννεπειραμένη καὶ σύντομος ἀνακεφαλαίωσις εἰς τὴν ὅλην συντελεῖ τῆς κοσμικῆς δημιουργίας παράδοσιν· ἔξεστι γὰρ ἀπὸ τούτων ὡς εἰκόνων ἐπὶ τὰ ὅλα ἀνατρέχειν. καὶ δὴ καὶ αὐτὸ τοῦτο διαφερόντως οἱ Πυθαγόρειοι μετήσθασαν, ἀπὸ τῶν ἀναλογιῶν τὰς ὁμοιότητας τῶν ὄντων θηρεύοντες καὶ ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μεταβαίνοντες. ὁ δὴ καὶ νῦν ὁ Πλάτων ἐργάζεται, πρὸ ὀδοῦ τὰ ἐν τῷ παντὶ δεικνύων ἡμῖν ἐν ταῖς ἀνθρωπίαις ζωαῖς καὶ διδούς θεωρεῖν. καὶ οὐ θαυμαστόν· καὶ γὰρ αἱ τῶν σπουδαίων πολιτεῖαι πρὸς τὴν οὐράνιον ὁμοιοῦνται διακόσμῃσιν. δεῖ δὴ οὖν καὶ ἡμᾶς ἐπὶ τὰ ὅλα τὰς νῦν λεγομένας εἰκόνας ἀναφέρειν, καὶ πρῶτον τὸ περὶ τῆς τῶν γενῶν διαιρέσεως. αὕτη τε γὰρ ἡ τομὴ τῶν γενῶν μιμεῖται τὴν ἐν τῷ κόσμῳ δημιουργικὴν διαίρεσιν, καθ’ ἣν οὔτε τὰ ἀσώματα μεταβάλλειν δυνατόν εἰς τὴν τῶν σωμάτων φύσιν οὔτε τὰ σώματα τῆς ἑαυτῶν οὐσίας ἐξίσταται πρὸς τὴν ἀσωματον ὑπόστασιν, καθ’ ἣν καὶ τὰ θνητὰ μένει θνητὰ καὶ τὰ ἀθάνατα διαιωνίως ἕστηκεν ἀνέκλειπτα, καὶ αἱ διάφοροι τάξεις αὐτῶν ἔχουσι προὔρεστόσας ἐν τοῖς ὅλοις τὰς παραδειγματικὰς αἰτίας· εἰ γὰρ ἐθέλοις πᾶσαν μὲν τὴν πόλιν ἀνάλογον τῷ παντὶ κόσμῳ τάττειν —οὐ γὰρ πον μικρὸς μὲν κόσμος ὁ ἄνθρωπος, οὐχὶ δὲ μικρὸς ἡ πόλις κόσμος —τεμεῖν δὲ εἰς δύο πᾶσαν αὐτὴν τῇ τε ἄνω πόλει καὶ τῇ κάτω, καὶ τὴν μὲν τῷ οὐρανῷ, τὴν δὲ τῇ γενέσει προσοικειῶσαι, πάντως ἂν εὐροῖς ὁικυίαν τὴν ἀναλογίαν· ἐπεὶ καὶ κατὰ τὴν εἰς τρία τομὴν λάβοις ἂν ἐν μὲν πόλει τὸ θητικόν, τὸ πολεμικόν, τὸ φυλακικόν, ἐν δὲ ψυχῇ τὸ ἐπιθυμητικόν, ὁ δὴ τὰς χρείας ἐκπορίζει τοῦ σώματος, τὸ θυμικόν, ὁ πᾶν τὸ