Ancient Greek
1.92.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.92.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 17D 18A] οὐτωσί νοεῖν· ἡ πλημμελὴς καὶ ἄτακτος τῶν σωμάτων ῥοὴ ποτὲ μὲν γίνεται παρὰ τὴν ἀδυναμίαν τῶν λόγων, ποτὲ δὲ παρὰ τὴν πλεονεξίαν τῆς ὕλης· εἰσὶ δὲ οἱ μὲν λόγοι τοῖς ποιητικοῖς αἰτίοις οἰκεῖοι, ἡ δὲ ὕλη διὰ τὴν ἑαυτῆς ἀορισίαν καὶ τὸ πόρρω τῆς ὑφέσεως ξένην τῶν κοσμουόντων αὐτήν. οὐκοῦν ἡ ἀνανταγώνιστος ὁμὴ τῶν θεῶν καὶ ἡ ἄτρεπτος τάξις καὶ ἡ τῆς δημιουργίας φρονιὰ παντοίως ἀνειρούσα τὴν πλημμέλειαν ἀνανεοῖ μὲν τοὺς λόγους καὶ παραμυθεῖται B τὴν ἀσθένειαν αὐτῶν, καταγωνίζεται δὲ τὴν πλεονεξίαν τῆς ὕλης, οὐχ ὅτι ἀνθίσταται τοῖς θεοῖς τοὺς παράγονσιν αὐτήν, ἀλλ’ ὅτι διὰ τὴν ἀοριστίαν φεύγουσα τὸν κόσμον κρατεῖται τοῖς εἴδεσι διὰ τὴν δημιουργικὴν φρονιάν, πρὸς ἣν οὐδὲν ἀνθίστασθαι δυνατόν, πάντα δὲ εἶναι κατήχοι δεῖ πρὸς αὐτήν, ὅπως ἂν ἀεὶ διαμείνῃ τὰ ἐν τῷ κόσμῳ πάντα καὶ ἡ πραγμάτων ὁ δημιουργὸς αἰδίαν πατήρ, ἄτε ἀκίνητος ὢν καὶ ἐν αἰῶνι χωριστῶς ἰδρωμένος. Φύσιν γὰρ οἶμαι τινὰ τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἄμα μὲν θυμοειδῆ, ἄμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἐκατέρους δύαιντο πρᾶοι καὶ χαλεποὶ γίγνεσθαι [18A. cf. rep. II 375C 376C]. Τὸ φιλόσοφον καὶ τὸ θυμοειδὲς ἀμφότερα περιέχει τὰ γέννη, τὸ τε ἐπικουρικὸν καὶ τὸ λεγόμενον ἰδίως φυλαχικόν, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν ἐφαρμόσει τῷ τρίτῳ τῷ καλουνμένῳ θητικῷ· διότι γὰρ τὴν ἄνω πόλιν ἀντιδιεῖλε πρὸς τὴν κάτω, τοῖς διττοῖς ὀνόμασι τούτοις τὰς διαφορὰς τῶν ἐν αὐτῇ τάξεων ἐδήλωσεν, ὡς εἴ τις εἰς οὐρανὸν καὶ γένεσιν τὸν κόσμον διελόμενος ἔλεγεν ἐν τῷ οὐρανῷ δαιμονίας τε C εἶναι τάξεις καὶ θείας, ἀμφότερας δὲ φυλακτικὰς τῆς γενέσεως καὶ τοῦ παντὸς ἐκάλει· τὸ γὰρ πᾶν φρονεῖται μὲν καὶ ὑπὸ θεῶν, φρονεῖται δὲ καὶ ὑπὸ δαιμόνων, ὑπ’ ἐκείνων μὲν ὁλικῶς καὶ ἐνιαίως καὶ ἐξηρημένος, ὑπὸ τούτων