Ancient Greek
1.96.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.96.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 18B] μῆτε ἄλλο μηδὲν κτῆμα νομίζειν ἴδιον αὐτῶν. εἰ δὲ βούλει, καὶ τοῦτον λεγεσθῶ τὸν τρόπον φυσικῶς· καὶ χρυσὸς καὶ ἄργυρος καὶ ἕκαστα τῶν μετάλλων, ὥσπερ καὶ τῶν ἄλλων, ἀπὸ τῶν οὐρανίων ἐν γῇ φύτεται θεῶν καὶ τῆς 5 ἐκεῖθεν ἀπορροίας. λέγεται γοῦν Ἥλιον μὲν ὁ χρυσός, Σελήνης δὲ ὁ ἄργυρος, Κρόνον δὲ μόλυβδος καὶ Ἄρεως ὁ σίδηρος. ταῦτα δὴ οὖν γεννᾶται μὲν ἐκεῖθεν, ὑφίσταται δὲ ἐν γῇ καὶ οὐκ ἐν ἐκείνοις τοῖς τὰς ἀπορροίας ἀφιεῦσιν· οὐδὲν γὰρ ἀπὸ τῶν ἐνύλων ἐκεῖνα εἰσδέχεται· καὶ ἔστι πάντα μὲν 10 ἐκ πάντων, ἐπικρατεῖ δὲ ὧμως ἄλλη ἐν ἄλλοις ἰδιότης, οἷς μὲν Κρόνιος, οἷς δὲ Ἡλιακή, πρὸς ἣν καὶ ἀπιδόντες οἱ τούτων φιλοθεάμονες τὸ μὲν εἰς τήνδε, τὸ δὲ εἰς ἄλλην δύναμιν ἀναπέμπουσιν. οὐτ’ οὖν ἴδια ταῦτα τῶν θεῶν ἔστιν, ἀλλὰ κοινὰ —πάντων γὰρ ἔστιν ἐκγονα —οὔτε ἐν ἐκείνοις 15 ἔστιν —οὐ γὰρ δεῖται αὐτῶν τὰ ποιούντα —ἀλλὰ κατὰ τὰς ἐξ αὐτῶν ἀπορροίας ἐνταῦθα συμπήγνυνται. διὰ τί οὖν παρὰ ἀνθρώποις μεριστῶς ταῦτα σπουδάζεται; διότι ζώην ἔχουσιν ἐνύλον καὶ πρὸς τὸ μερικὸν ἀποτείνονται τοῦ ὅλου ἀποστάντες· διὰ γὰρ τοῦτο τὸ ἐμὸν καὶ οὐκ ἐμοῦ πολὺ 20 παρ’ αὐτοῖς, ἔνωσις δὲ καὶ κοινωνία ζωῆς ἐκλείποτεν. Ἄλλ’ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σφωμένων ὑπ’ αὐτῶν, ὅσος σώφροσι μέτριος, ἀναλίσκειν τε δὴ κοινῇ καὶ συνδιαιτωμένους μετ’ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχον- 25 τας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων σχολὴν ἄγοντας [18B. cf. rep. II 374Ess]. Ἐν μὲν ταῖς ἀνθρωπίαις ζωαῖς δόσιν καὶ ἀντίδοσιν εἶναι καὶ μισθὸν τῆς εὐποίας οὐδὲν ἂν εἴη θαυμαστόν· εὖ γὰρ δὴ τοῦτο καὶ ὁ Σωκράτης ἐν ἐκείνοις εἴρηκεν, ὅτι 30 σκοπὸς ἡμῖν εὐδαίμονα ποιῆσαι τὴν πόλιν ὅλην, ἀλλ’ οὐχ ἐν τι τῆς πόλεως γένος, οἷον τὸ φυλακικόν· εἰ δὲ τοῦτο