Ancient Greek
1.97.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.97.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 18B] ὀρθόν, δεῖν ἂν τοὺς μὲν προνοία καὶ φρονήσει τὴν πόλιν σῴζειν, τοὺς δὲ ὑπουργία καὶ θητεία τὰς τοῦ βίου χρείας ἀποπληροῦν τοῖς σωτῆροι τῆς πολιτείας, ὥσπερ καὶ ἡ ἐν ἡμῖν φύσις πλάττουσα καὶ συνἔχουσα τὸ ὄργανον γαλήνην παρασκευάζει τῷ φρονούντι πρὸς τὰς αὐτῷ πρεπούσας ἐνεργείας. ἐν δὲ γε τῷ κόσμῳ ποίαν ἀντίδοσιν ἢ ποίον δή τινα μισθὸν εἰς τοὺς ἐν οὐρανῷ θεοὺς ἀπὸ τῶν θνητῶν ὁ λόγος ἔρει γίγνεσθαι; μήποτε γὰρ ἴδια ταῦτα τῆς ἀνθρωπίνης ἐστὶν ἀσθενείας μὴ ἔχούσης τὸ αὐτάρκες, θεὸς δὲ πᾶς αὐτάρκης καὶ πρὸς τῷ αὐτάρχει διὰ τὸ μετὰ τῆς αὐτ-αρκείας ὑπέροπλῆρες πλησὼν μὲν τὰ ἐνδεέστερα τῶν ἀγαθῶν, εἰσδεχόμενος δὲ οὐδὲν ἀπ’ αὐτῶν. ἢ καὶ εἰ μηδὲν εἰσδέχοιτο τὸ θεῖον, ἄτε ἰκανὸν καὶ ἀνενδεές, ὅμως μισθούς τινας παρ’ ἡμῶν ἀπαιτεῖ καὶ ἀμοιβὰς τῆς εὐπολίας, τὴν ὁμολογίαν τῆς χάριτος καὶ τὴν ἐγνωμοσύνην, δι’ ἣν ἐπιστρέφομεν εἰς αὐτοὺς καὶ πληρούμεθα μειζόνων ἀγαθῶν· ἀγαθῶν γὰρ ὅν πάντα βούλεται εἰς αὐτὸ βλέπειν καὶ μεμνῆσθαι, ὅτι παρ’ αὐτοῦ πάντα καὶ δι’ αὐτό. τοῦτο γὰρ σῴζει καὶ τὰ μετ’ αὐτό, τὸ πρὸς τὴν θεῖαν αἰτίαν ἕκαστον ἀναρτᾶν. ἀλλ’ εἰ ταῦτα τοῦτον τὸν τρόπον ἀφερμηνεύοιμεν, εἰς ἐπιστροφὰς καὶ ὁμολογίας χάριτος τοὺς μισθούς ἀναπέμποντες, πῶς ἔτι συνάσεται ἡμῖν τὸ συνδιαιτᾶσθαι κοινῇ τοὺς θεοὺς καὶ ἀναλίσκειν τὸν τοιούτον μισθόν; βέλτιον οὖν τὸν μὲν μισθὸν φυσικώτερον ἀκούειν· ἐπειδὴ γὰρ ἀπόρροια μὲν ἤκουσιν εἰς τὸν θνητὸν τόπον ἐκεῖθεν, ἀναθυμιάσεις δὲ ἐντεύθεν ἐκεῖσε κινούμεναι, καὶ διὰ τούτων ἡ περὶ τὰ θνητὰ δημιουργία συντελεῖται τῶν θεῶν, τὰς τοιαύτας μεταβολὰς τῶν γητίνων καὶ μεταβάσεις μισθὸν προσεῖπεν ἀπὸ τῆς ὅλης γῆς τῷ οὐρανῷ τελούμενον, ἵνα ἀνέκλειπτος ἡ γένεσις ἢ, τὴν δὲ κοινὴν δίαιταν τὴν μίαν σύμπνοιαν τῆς θείας δημιουργίας