Ancient Greek
1.98.7
Proclus Phil., In Platonis Timaeum Commentaria 1.98.7
Unproofread scanNot analysed yet
τῶν θεῶν om P 28ss ἐπεμνήσθημεν ἕως τοῦ· καὶ κατὰ τὴν C ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim 18C] Τὸ κοινὰς εἶναι τὰς ἀρετὰς ἀνδρῶν τε καὶ γυναικῶν Πλάτωνι μὲν εἰκότως ἠρέσεν ἐν εἴδῳ ἀποφαινομένῳ τὸ ἀνθρώπειον, ἀλλ’ οὐχ ἕτερον μὲν τὸ ἄρρεν, ἕτερον δὲ τὸ θῆλυ τιθεμένῳ· τὰ γὰρ ἕτερα ἔχοντα τὴν τελειότητα κατ’ εἶδος τῷ εἴδει ἕτερα ἔστι, τὰ δὲ τῷ εἴδει τὰ αὐτὰ καὶ τελειότητα μίαν ἔχει καὶ τὴν αὐτήν· ἄλλοις δὲ ἀπέγνωσται τὸ μὴ εἶναι κατ’ εἶδος διαφορὰν ἐν τούτοις ὁμολογεῖν, καίτοι τοῦ Πλάτωνος ἐπιδείξαντος, ὅτι καὶ δυνατόν τοῦτο καὶ συμφέρον· δυνατόν μὲν, ὅτι ἡ ἱστορία τοῦτο βεβαιοῖ· φαίνονται γὰρ γυναῖκες εὖ τραπεῖσαι μακρῷ ἀμείνους ἀνδρῶν· συμφέρον δέ, ὅτι ἀμείνον ἀντὶ ἡμιδαιῶν διπλασίους εἶναι τοὺς τὴν ἀρετὴν ἐν τοῖς ἔργοις ἐπιδεικνυμένους. ὡς οὖν φύλακας ἀπετελέσαμεν τοιαύδε τροφῇ καὶ τοιούσδε μαθήμασιν, οὕτω καὶ φυλακίδας ἀπὸ τῶν αὐτῶν ἀποτελέσομεν, καὶ ὡς τοὺς προπολεμοῦντας, οὕτω καὶ τὰς προπολεμοῦσας. ἵνα δὲ μᾶλλον τὴν τοῦ Πλάτωνος θαυμάσωμεν διάνοιαν, ἐπὶ τὰ C ὅλα καὶ τὴν τοῦ παντὸς διακόσμησιν ἡμῖν ἐκ τοῦ ἀναπεμπτέον, ὅπου καὶ θαυμαστὴν ὁρῶμεθα σύμνοιαν τοῦ ἄρρενος καὶ θήλεος. ἐν μὲν γὰρ θεοῖς οὕτω ταῦτα συμφέρουσι ἀλλήλοις, ὥστε καὶ ἄρρενόθηλυν ἀποκαλεῖσθαι τὸν αὐτόν, καθάπερ Ἥλιον καὶ Ἑρμὴν καὶ ἄλλους τινὰς θεούς· ὅπου δὲ καὶ διήρηται, κοινὰ τὰ ἔργα ἐστὶ τοῦ ἄρρενος καὶ θήλεος τῶν ὁμοταγῶν, πρῶτως μὲν ἀπὸ τοῦ ἄρρενος, ὑφεμένως δὲ ἀπὸ τοῦ θήλεος. διὸ καὶ ἐν τοῖς θνητοῖς ἡ φύσις ἀσθενέστερον ἐν πᾶσιν ἀπέφηγε τὸ θῆλυ τοῦ ἄρρενος. πάντα δ’ οὖν ἄπερ ἐκ τοῦ ἄρρενος, ταῦτα καὶ τὸ θῆλυ γεννᾷ τῆς ὑφέσεως σωζομένης· ἢ τε οὖν Ἥρα συμπρόσει τῷ Διὶ πάντα ἀποτίκτουσα σὺν τῷ πατρί· διὸ καὶ ἰσοτέλης αὐτῷ