Ancient Greek
2.10.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.10.3
Unproofread scanNot analysed yet
Τὸν μὲν ὁρισμὸν ἀποδιδούς τοῦ γεννητοῦ μικρῷ πρό-τερον [28A] γιγνόμενον αὐτὸ καὶ ἀπολλύμενον ἀπο-καλῶν ὡρίζετο δοξαστὸν αὐτὸ μετ’ αἰσθήσεως, τὸν δὲ κόσμον δεικνὺς γεννητὸν ἀντέστρεφε τὸν ὁρισμόν· τὰ γὰρ αἰσθητά, φησὶ [28C], γιγνόμενα καὶ γενητὰ ἐφάνη. νυνὶ δὲ τὸ γιγνόμενον αὐτὸ μεταλαβὸν εἰς ὑποκειμένου τάξιν κατηγόρησεν αὐτοῦ τὸ ὁρατὸν καὶ ἅπτόν· ταῦτα γὰρ ἄκρα τῶν αἰσθητῶν, ὡς ἡ ὄψις καὶ ἡ ἅψις τῶν αἰσθήσεων ἄκρα. ἐκεῖ μὲν οὖν, ὡς ἔφη, ἐν τοῖς περὶ τοῦ γεννητοῦ εἶναι τὸν κόσμον λόγοις τὸν ὅρον ἀντέστρεψεν, ἐνταῦθα δὲ κατὰ φύσιν ἀποδέδωκεν· ἦν γὰρ τὸ μὲν γιγνόμενον ἐν ὁρι-στοῦ τάξει, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως ληπτὸν ἐν ὁρισμῷ, καθάπερ εἴρηκεν ἐν ταῖς ὑποθέσεσι· δεῖ οὖν, φησίν, αἰσθη-τὸν εἶναι τὸ γεννητόν, οὐ πάν, ἀλλὰ τοῦτο, ὃ καὶ πρότερον εἴπομεν γεννητόν, τὸ σύνθετον καὶ ἀεὶ γιγνόμενον εἰς ἅπαντα τὸν χρόνον· ἐπεὶ καὶ ἡ ψυχὴ γεννητόν· ἀλλ’ οὐ περὶ ταύτης ὁ λόγος. εἰ δὲ τις καὶ τὰ ἔννυλα εἴδη καὶ αὐτὰς λέγει τὰς ποιότητας αἰσθήσει μὲν εἶναι ληπτάς, ἄσωμάτους δέ, καὶ ὅμως γένεσιν ἔχειν, ἴστω, φησὶν ὁ θεῖος Ἰάμβλιχος, ὅτι συντελεῖ καὶ ταῦτα πρὸς τὴν ὑπόστασιν τῶν σωμάτων καὶ μετ’ ἐκείνων συνθεωρεῖται. ἐπειδὴ δ’ οὖν ὁ κόσμος ἔχει μὲν τινα καὶ σωματικὴν ἐν ἑαυτῷ μοῖραν, ἔχει δὲ καὶ ἄσω-ματον καὶ ταύτην διττήν, τὴν μὲν ἀχώριστον τοῦ σώματος, τὴν δὲ χωριστήν, καὶ ταύτην πάλιν διπλῆν, τὴν μὲν ψυχι-κήν, τὴν δὲ νοεράν, καὶ ἔχει τὸ μὲν ἀγέννητον ἐν ἑαυτῷ, τὸ δὲ γεννητόν, πᾶν δὲ τὸ ἐξ ἀγέννητου καὶ γεννητοῦ συγκεί-μενον τὸ ὅλον ἐστὶ γεννητόν, εἰκότως γιγνομένου τε προεῖπε τὸν σύμπαντα κόσμον καὶ σωματοειδῆ· καὶ γὰρ σῶμα ἔχει καὶ διὰ τοῦτο σωματοειδὴς ἐστι, καὶ γεννητόν τί ἐστιν ἐν