Ancient Greek
2.100.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.100.1
Unproofread scanNot analysed yet
ὧν δὲ δημιουργὸς ἑαυτῷ πάντα παραπλήσια ποιεῖ, τοῦτο δ’ ἐστὶ τέλεια πάντα καὶ αὐτάρκη· στοιχεῖον γὰρ τοῦ ἀγαθοῦ τὸ αὐτάρκες. καὶ οὐ δήπου διὰ τὴν αὐτάρκειαν ταύτην ἀπέσπασται τοῦ ποιήσαντος ὁ κόσμος ὡς ἑαυτῷ δυνάμενος ἄρκειν, ἀλλὰ μειζόνως ἑνοῦται πρὸς αὐτόν· ὅσῳ γὰρ αὐταρκέστερός ἐστι, τοσοῦτῳ μᾶλλον εἰς ὁμοιότητα καθίσταται τὴν πρὸς αὐτόν, ὅσῳ δὲ μᾶλλον ὁμοιοῦται, τοσοῦτῳ τελειότερον ἑνοῦται πρὸς τὴν ἀγαθότητα τὴν δημιουργικήν. αὐτάρκες οὖν τὸ πᾶν, ὡς αἰσθητὸν καὶ ἀπροσδεὲς ἄλλων [τῶν] αἰσθητῶν· τούτοις γὰρ τοῦτο προσῆκει τὸ ὄνομα· θεῶν δὲ ἐπιδεές, ὡς ἀεὶ πληρούμενον ἀπ’ αὐτῶν, μᾶλλον δὲ οὐδὲ τούτων ἐπιδεές· πανταχοῦ τε γὰρ παρέστι τὸ θεῖον καὶ αὐτὸ πρὸς τὴν ὑποδοχὴν παρεσκευάσται τῶν θείων ἀγαθῶν. ὥσπερ οὖν τὸ ὅμοιον τοῦ ἀνομοίου κρεῖττον κατὰ τὴν τοῦ Διὸς κρίσιν [leg. VI 757B], οὕτω καὶ τὸ αὐτάρκες τοῦ ἐνδεοῦς ἐστὶ θεió- τερον· κρατεῖ γὰρ τὸ τε αὐτάρκες ἐν θεοῖς καὶ ἡ ὁμοιότης ἐν τοῖς οὕσι· καὶ τοῦτό ἐστιν ἄλλο δόγμα τοῦ μεγίστου Διός.