Ancient Greek
2.100.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.100.3-2
Unproofread scanNot analysed yet
Τελευταία τῶν αἰσθήσεων ἐστὶν ἡ ἀφή. ταύτης μάλιστα μὲν κατὰ πᾶν τὸ σῶμα μετέχει τὸ ζῷον, ἰδίως δὲ κατὰ τὰς χεῖρας· αὗται γὰρ τὸ ἀπτικώτατον, ὡς ἐστὶν ἐπὶ τῆς ἐνεργείας ὁρᾶν. ἐπειδή δὲ διττὴν ἡμῖν χρείαν αἱ χεῖρες παρέχονται —τὰ μὲν γὰρ εὐφραίνοντα δι’ αὐτῶν λαμβάνομεν, τὰ δὲ λυποῦντα ἀπωθοῦμεθα —τὸ δὲ πᾶν οὔτε λαμβάνειν τι δυνατόν —ἔχει γὰρ πᾶν ὁ βούλεται —οὔτε ἀμύνασθαι τι —λυπεῖ γὰρ οὐδέν, ὅτι μηδὲ ἀλλότριόν ἐστιν αὐτοῦ μηδέν —οὐδὲν ἂν χειρῶν δέοιτο· οὐδὲν γὰρ μάτην ἡ φύσις ποιεῖ οὔδὲ ὁ θεός, φησὶν Ἀριστοτέλης· ὥστε εἰκῶς ὁ δημιουργὸς οὔδὲ χεῖρας ἑαυτῷ προσέφυσεν· μάτην γὰρ ἂν