Ancient Greek
2.105.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.105.3-2
Unproofread scanNot analysed yet
Τὸ μὲν παράδειγμα τῆς κυκλοφορίας ὅτι νοῦς ἐστι καὶ φρόνησις, εἴρηται πρότερον [p. 94,17 ss]· τίς δέ ἐστιν αὕτη καὶ πῶς ἀπεικάζεται πρὸς νοῦν, ἐν τούτοις παραδίδωσιν ὁ λόγος· ἔστι γὰρ ἡ κυκλοφορία κίνησις κατὰ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῇ περιεχομένη, καθάπερ ἐν τούτοις τέ φησιν ὁ Τίμαιος καὶ ἐν Νόμοις [X 898 A] ὁ Ἀθηναῖος Ξένος· ὧν τὸ μὲν κατὰ ταῦτὰ ταυτόν ἐστι τῷ καθ’ ἕνα λόγον καὶ μίαν τάξιν. τί γάρ, εἰ κινοῖτο μὲν τὸ πᾶν κυκλικῶς, μεταβάλλοι δὲ ἄλλοτε ἄλλως ἀνατέλλον ἢ δύνον, ὡς φησιν ὁ ἐν τῷ Πολιτικῷ [269 A] μῦθος; ἵν’ οὖν μὴ τοῦτο ὑπολάβωμεν, τὸ κατὰ ταῦτὰ πρόκειται τῶν ἄλλων περὶ αὐτῆς ῥημάτων. οὐκ ἄρα ὀρθῶς ὁ Πλατωνικὸς Σευή-ρος —παρρησιασόμεθα γὰρ ἐντεῦθεν πρὸς αὐτόν —τὰς ἀνακυκλήσεις τὰς μυθικὰς προσέμενος καὶ γενητὸν οὕτω