Ancient Greek
2.109.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.109.1-2
Unproofread scanNot analysed yet
εἰσιν· ὁ μὲν τῶν στοιχείων ἀριθμὸς καὶ ὁ διὰ τῆς ἀναλογίας ἑνοποιός αὐτῶν δεσμὸς τῇ ἀχρωμάτῳ καὶ ἀσχηματίστῳ καὶ ἀναφεῖ οὐσίᾳ· ἐκεῖ γὰρ ὁ ἀριθμός· ἡ δὲ πρώτη κοσμήσασα πάντα ὁλότης ἐξ ὅλων οὖσα τῶν στοιχείων πρὸς τὴν ὁλότητα τὴν νοεράν, ἡ δὲ σφαίρωσις πρὸς τὸ σχῆμα τὸ νοερόν, ἡ δὲ αὐτάρκεια καὶ ἡ νοερὰ κίνησις καὶ ἡ ἐν ταυτῷ στροφή πρὸς τὸν ἐν αὐτῷ τὰ πάντα γεννήματα καταπίνοντα E θεόν, ἡ δὲ ψύχωσις πρὸς τὴν ζωογόνον αἰτίαν, τὸ δὲ ἐννουν πρὸς τὸν δημιουργικὸν νοῦν. καίτοι καὶ ἐκ τούτου πάντα πρόεισι καὶ ἐκ τῶν πρὸ αὐτοῦ ἄλλα ἄλλοις ἀνὰ λόγον, καὶ τὰ μὲν κρεῖττονα πάντων αἴτια ὄν καὶ τὰ δεύτερα, τὰ δὲ δεύτερα ἐλαττόνων, ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργός, καθόσον μὲν ἔννους, ἔννοα ποιεῖ πάντα, καθόσον δὲ ὧν ἐστι, καὶ σωμάτων ἀπάντων ἐστὶ καὶ ἀσωμάτων πατήρ, καθόσον δὲ θεός, καὶ αὐτὴν ὑφίστησι τὴν ὕλην. πεποίηται οὖν ἐν τούτῳ τὴν ἀνακεφαλαίωσιν πάντων ὅσα ἐκ τῶν νοερῶν θεῶν ὑπῆρξε τῷ παντί. ταῦτα μὲν περὶ τῆς ὅλης θεωρίας. Κατανοήσωμεν δὲ καὶ τὴν περὶ ἑκάστου τῶν λεγομένων ἀλήθειαν. εὐθὺς οὖν τὸ μὲν οὕτως δὴ πᾶς ἀξιοῖ σε καὶ ἐν ἐνὶ τὴν ὅλην αἰτίαν τοῦ σωματοειδοῦς θεωρεῖν καὶ τὴν διαίρεσιν τῶν εἴδων γιγνώσκειν· πρὸς ἄλλο γὰρ ἡ ὁλότης ὁμοίωται καὶ πρὸς ἄλλο τὸ σχῆμα καὶ πρὸς ἄλλο ἡ κίνησις· καὶ τὸ μὲν οὕτως τὴν ἔνωσιν, τὸ δὲ πᾶς τὸν ἀριθμὸν ἐνδείκνυται τῶν αἰτίων. τὸ γε μὴν ὄντος ἀεὶ καὶ τὴν οὐσίαν ἅμα καὶ τὴν νόησιν αἰώνιον ποιεῖ τοῦ δημιουργοῦ, F δι’ ἣν ὁ κόσμος ἐστὶν ἀίδιος. καὶ δεῖ συννοεῖν, ὅπως καὶ τὸν δημιουργὸν ἐν τοῖς ἀεὶ οὖσι τάττων αἰώνιον αὐτῷ δίδωσι τάξιν, ὥστ’ οὐκ ἂν εἴη ψυχή· τὴν γὰρ ψυχὴν αὐτὸς ἐν Νόμοις [X 904A] ἀθάνατον μὲν εἶναι φησι καὶ ἀνώλεθρον, οὐκ αἰώνιον δέ, οὕτωσὶ καὶ τῷ ὄῃματι λέγων. ξοῖκεν οὖν πᾶς ὁ ψυχὴν εἶναι τὸν δημιουργὸν οἰηθεὶς ἀγνοεῖν τὴν τοῦ ἀνωλέθρου καὶ αἰωνίου διαφορὰν. ὁ δὲ δὴ λογισμὸς τῆς δημιουργίας τῆς διηρημένης ἐστὶ σημαντικός.