Ancient Greek
2.110.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.110.2
Unproofread scanNot analysed yet
B ποτέ· τὸ γὰρ εἶναι μεριστῶς ἔχει, ἀεὶ ἐπινεόμενον ἀπὸ τοῦ ἀεὶ ὄντος· καὶ γὰρ ἐπειδή τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ἀλλαχόθεν ἔχει, καθάπερ εἴρηται [I 279, 7ss], καὶ ἣν ἔχει, πεπερασμένην ἔχει, τῷ δὲ ἀεὶ δέχεσθαι ἀεὶ ἐστίν, ἀριθμούμενον ἔχον ἐπ’ ἄπειρον τὸ δύνασθαι, τῷ πεπερασμένῳ δῆλον ὡς ποτὲ ἐστιν, ἐκ τοῦ ποτὲ ἀεὶ κτῶμενος τὸ εἶναι, καὶ διὰ τὸ μὴ λῆγειν τὸ διδὸν ἀεὶ γινόμενος, κατὰ δὲ τὴν αὐτοῦ φύσιν ποτὲ ὢν καὶ ἔχων ἀθανασίαν ἐπισκευαστήν, ὡς ἐν Πολιτικῷ [270A] φησιν, ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν, καὶ διὰ τοῦτο μετέχων οὐχ ὅλον ἅμα τοῦ ὅλου, ἀλλὰ ποτέ, καὶ αὐθὶς τοῦτο καὶ αὐθὶς, καὶ ἐν γενέσει ὢν, ἀλλ’ οὐκ ἄνευ παρατάσεως ὢν. εἰ μὴ ἄρα τὸ ποτὲ καὶ ὅλον αὐτῷ σημαίνει τὸν χρόνον· ὡς γὰρ πρὸς τὴν αἰώνιον ἀπειρίαν ἡ τοῦ χρόνου διέξοδος ποτὲ ἐστι, καὶ τοῦτον ἔχει πρὸς τὸν αἰῶνα τὸν λόγον ὁ ὅλος χρόνος, ὃν μέρος τοῦ