Ancient Greek
2.111.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.111.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34 AB] χρόνου [τὸ ποτὲ] πρὸς αὐτόν. εἰ δὲ βούλει, καὶ κατ’ ἄλλον τρόπον, ἐπειδὴ νῦν πλάττει τὸ σωματικὸν ἔτι, ψυχὴν δὲ οὕπω τῷ λόγῳ καὶ νοῦν ὑπέστησε, ποτὲ ἐσόμενον θεὸν προσεῖρψκε τὸν ἐν τῷ λόγῳ κατὰ μέρος ὑφιστάμενον· 5ὁ μὲν γὰρ θεὸς ἀθρόως ὑφίστησι τὰ τε μέρη καὶ τὸ ὅλον, C ὁ δὲ λόγος διαιρεῖ τὰ συνυποστάντα καὶ γεννᾷ τὰ ἀγέννητα καὶ μερίζει κατὰ χρόνον τὰ αἰτία. ἔστιν οὖν ὁ ποτὲ ἐσόμενος θεὸς τῷ λόγῳ δηλαδή, καθ’ ὃν ὁ μερισμὸς καὶ ἡ σύνθεσις· τοῦτο γὰρ καὶ αὐτὸς ὁ Πυθαγορικὸς Τίμαιος 10[94B] ἐν τῷ ἑαυτοῦ συγγράμματι τοῖς κατακοῦιν αὐτοῦ δυναμένοις ἐνδεικνύμενος πρῶ, φησίν, οὐρανὸν λόγῳ γενέσθαι, ἤστην ἰδέα τε καὶ ὕλα καὶ θεὸς δημιουργγός· ὅτι γὰρ λόγῳ τὴν τοῦ οὐρανοῦ πλάττουσι γένεσιν, ἐδήλωσε διαφορῶν εἰπών. καὶ μὴν καὶ τὸ λεῖον καὶ τὸ 15ὁμαλόν, ὥσπερ εἴρηται, τὴν μίαν ἐν τῷ κόσμῳ δηλοῖ περιοχὴν καὶ τὴν ἄκραν ἐπιτηδειότητα πρὸς τὴν μετουσίαν τῆς θείας ψυχῆς. τὸ δὲ πανταχῇ καὶ ἐκ μέσου ἴσον τὴν ἰδιότητα περιγράφει τοῦ σφαιρικοῦ σχήματος· τοῦτο γὰρ ἔστι τὸ πανταχῇ διεστὸς ἴσον καὶ κατὰ πάσας τὰς διαστάσεις. 20τὸ δὲ ὅλον καὶ τέλειον ἐκ τελείων εἰς ἄκραν αὐτὸν ὁμοιότητα καθίστησι πρὸς τὸ παντελὲς ζῷον (ἐκεῖνο γὰρ ἦν κατὰ πάντα τέλειον) καὶ πρὸς τὸν δημιουργὸν αὐτόν· ὡς γὰρ ἐκεῖνος πατέρων πατὴρ καὶ ὑπατὸς κρειόντων, οὕτω καὶ ὁ κόσμος τελειότατος τῶν τελείων καὶ ὁλικώτατος τῶν ὅλων D 25ἔστιν. εἴποις δ’ ἄν καὶ ὅτι τέλειον μὲν εἶπε τὸν κόσμον ὡς μηδενὸς δεηθέντα τῶν κινητικῶν ἢ θρεπτικῶν ἢ αἰσθητικῶν ὀργάνων —τοῦτο γὰρ δέδεικται προσεχῶς —πανταχῇ δὲ ἐκ μέσου ἴσον, ὡς σχῆμα ἔχοντα σφαιρικόν, ὅλον δὲ καὶ τέλειον, ὡς παντελῆ καὶ οὐδὲν ἀπολείποντα 30ἐκτὸς ἑαυτοῦ —τοῦτο γὰρ τὸ κυρίως ὅλον καὶ τέλειον —ἐκ τελείων δὲ σωμάτων, ὡς ἐκ τεττάρων συντεθέντα στοιχείων, σῶμα δὲ ἐνικῶς, ὡς μονογενῆ· καὶ οὕτως ἀφξάμενος ἀπὸ τοῦ μονογενοῦς καὶ προελθὼν ἄχρι τῆς τελειότητος