Ancient Greek
2.113.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.113.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34B] τῶν ὁρμώμενος ἐπὶ τὰς ἀκρότητας ἀνατρέχει τοῦ παντὸς αὐτοῖς ἐπομένως τοῖς πράγμασιν· καὶ γὰρ πρόεισι πάντα καὶ ἐπιστρέφει πρὸς τὴν ἑαυτῶν αἰτίαν καὶ τὴν ἀρχήν, ἀφ’ ἧς προεληλύθε, κύκλον τινὰ τοῦτον δημιουργικὸν ἐπιδεικνύμενα. 5 τὴν μὲν οὖν κατὰ πρόοδον τῶν τοῦ κόσμου πληρωμάτων τάξιν ἐν τοῖς προειρημένοις ἡμῖν παραδέδοκεν [30B], ὅτε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θείς τὸ πᾶν συνετεκτήματο· τὴν δὲ κατ’ ἐπιστροφὴν ἐν τούτοις διαπεραίνεται, πρῶτον μὲν τὰ ἐναντία λαβὼν ἐν τῷ παντὶ 10 καὶ τούτοις δύο μέσα προσθεὶς καὶ ταῦτα δι’ ἀναλογίας ἐνόσας, ἔπειτα ὅλον ἐξ ὅλων συμπληρώσας τὸν κόσμον σχῆμα τε αὐτῷ περιθεὶς νοερὸν καὶ δύναμιν πρὸς μετουσίαν τῆς θείας ζωῆς καὶ κίνησιν νοῦν ἀπομιμουμένην καὶ ἀεὶ τελειότερον αὐτὸν ταῖς προσθήκαις ἀπεργασάμενος, ἐφ’ ἅπασι δὲ 15 τούτοις τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν καὶ πάντα ζωῆς ἀποπληρῶν, ἄλλα δὲ ἄλλης, αὐτῇ τε τῇ ψυχῇ νοῦν ἐφιστὰς καὶ διὰ τούτου συνάπτων αὐτὴν πρὸς τὴν ἑαυτῆς πηγὴν (νοῦ γὰρ ἢ τοῦ παντὸς ψυχὴ μεταλαχοῦσα καὶ αὐτοῖς συνἄπτεται τοῖς νοητοῖς) καὶ οὕτω καταλήγων ἐπὶ τὴν ἀρχήν, 20 ἀφ’ ἧς καὶ ὁ νοῦς ὁ ἐγκόσμιος καὶ ἡ ψυχὴ καὶ ὁ τοῦ σώματος ὄγκος προεληλύθε· διελὼν γὰρ τριχῇ τὸ πᾶν, εἰς νοῦν καὶ ψυχὴν καὶ σῶμα, περὶ τῶν ὑφεμένων πρώτων B ποιεῖται τὸν λόγον· τοιοῦτος γὰρ ὁ κατὰ τὴν ἐπιστροφὴν τρόπος· καὶ περὶ μὲν τῆς τοῦ σώματος δημιουργίας ἔχει 25 πέρας ὁ λόγος, οὐσίαν τε αὐτοῦ καὶ σχῆμα καὶ κίνησιν παραδούς, συνάπτεται δὲ τούτῳ καὶ ἡ περὶ τῆς ψυχῆς θεωρία, καθάπερ δὴ καὶ τὸ σῶμα αὐτὸ τῆς θείας ἀπαιωρεῖται ψυχῆς, καὶ ἔστιν ἕβδομον δῶρον δημιουργικὸν εἰς τὸν κόσμον ἡ ψύχωσις, ἣν νῦν προσέθηκεν ὁ λόγος. ἀλλὰ διττός, οὕ- 30 μαι, καὶ ὁ περὶ τῆς ψυχῆς λόγος, ὁ μὲν τὴν οὐσίαν αὐτῆς παραδιδούς, ὁ δὲ τὴν πρὸς τὸ σῶμα κοινωνίαν. προκρίνει δὴ καὶ τούτων τὸν δεύτερον καὶ μνήμης ἀξιοῖ πρὸ τοῦ λοιποῦ, τάχα μὲν καὶ ὅτι μέσος ἐστὶ τῶν τε περὶ τοῦ σώματος