Ancient Greek
2.115.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.115.1-2
Unproofread scanNot analysed yet
τοῦ κόσμου ψυχὴν, τὴν πανταχοῦ παροῦσαν ὁμοίως καὶ πᾶσιν <ἐν>ἐξουσιάζουσαν καὶ πάντα ἄγουσαν ταῖς ἑαυτῆς κινήσεσιν. αὐτῶν δὲ τῶν θείων τούτων ἀνθρώπων ὁ μὲν Πορφύριος ψυχὴν εἶναι λαβὼν ταύτην τὴν τοῦδε τοῦ παντὸς τὸ μέσον κατὰ τὴν οὐσίαν ἐξηγεῖται τὴν ψυχικὴν· μέση γάρ ἐστι τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν. καὶ οὕτωσί μὲν ὁ λόγος ῥηθεὶς οὐδὲν ἂν δόξειεν λέγειν ὡς πρὸς γε τὴν τοῦ Πλάτωνος ῥῆσιν· εἰ δὲ ἐκεῖνο λάβοιμεν, τὸ τὸ πᾶν ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος συμπεπληρωσθαι καὶ εἶναι ζῷον ἔμψυχον ἔννουν, μέσην εὕρομεν ἐν τῷ συστήματι τούτῳ τὴν ψυχὴν. τοῦτο οὖν ὁ Πλάτων προειπὼν καὶ νῦν οὐδὲν ἄλλο δόξειεν ἂν λέγειν ἢ ὅτι διὰ παντὸς τέταται ἡ ψυχὴ τοῦ κόσμου, μέσην ἐν αὐτῷ λαχοῦσα τάξιν· μετέχει γὰρ ἀεὶ τὰ δεύτερα τῶν πρὸ αὐτῶν, ὥσπερ σῶμα ψυχῆς, ἔσχατον ὄν μέσης, καὶ ψυχὴ νοῦ πρὸ αὐτῆς ὄντος. ὁ δὲ δὴ φιλόσοφος Ἰάμβλιχος ἀξιοῖ ψυχὴν ἀκούειν ἡμᾶς τὴν ἐξηρημένην καὶ ὑπερκόσμιον καὶ ἀπόλυτον καὶ πᾶσιν ἐνεξουσιάζουσαν· μηδὲ γὰρ εἶναι περὶ τῆς κοσμικῆς τῷ Πλάτῳ τὸν λόγον, ἀλλὰ περὶ τῆς ἀμεθέκτου ψυχῆς καὶ ὑπὲρ πάσας τὰς ἐγκοσμίας ὡς μονάδος τεταγμένης· εἶναι γὰρ τοιαύτην τὴν πρώτην ψυχὴν καὶ τὸ μέσον ἐπὶ ταύτης ὡς πᾶσιν ὁμοίως παρούσης, διὰ τὸ μηδενὸς εἶναι σώματος μηδὲ ἐν σχέσει πῷ γεγονέναι κατὰ μηδένα τρόπον, καὶ πάντα ὁμοίως ψυχούσης καὶ πάντων ἴσον ἀφεστῶσης· οὐ γὰρ ἄλλων μὲν ἧττον, ἄλλων δὲ μᾶλλον ἀφέστηκεν —ἀσχετος γάρ —ἀλ’ ὁμοίως ἀπάντων, εἰ καὶ μὴ πάντα τὸν αὐτὸν αὐτῆς ἀφεστήκοι τρόπον· ἐν γὰρ τοῖς μετέχουσι τὸ μᾶλλον ἐστὶ καὶ ἧττον. ὁ δὲ γε ἡμέτερος καθηγεμὼν προσφυέστερον τοῖς τοῦ Πλάτωνος ῥήμασιν ἐποιεῖτο τὴν ἐξήγησιν· τῆς γὰρ τοῦ παντὸς ψυχῆς ἔχούσης μὲν τι καὶ ὑπερκόσμιον καὶ ἐξηρημένον τοῦ παντός, καθὸ συνῆπται πρὸς τὸν νοῦν, ὁ δὲ κεφαλὴν αὐτῆς ὁ τε Πλάτων ἐν τῷ Φαίδρῳ [248 A]