Ancient Greek
2.118.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.118.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 34B] διαφέρει τῶνδε τῶν ῥημάτων· τὸ γὰρ ἐκ μέσου πάντη διατείνειν τῷ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν διαπλαχῆναι ταυτόν. ἀλλ’ ἐκεῖ μὲν αὐτὴ παρ’ ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ κέντρον τοῦ παντὸς καὶ τὴν ὅλην σφαῖραν ταῖς ἑαυτῆς δυνάμεσι κατέλαμφεν, ἐνταῦθα δὲ ὁ δημιουργὸς ἐστι τῆς ψυχώσεως αἴτιος, τὴν ψυχὴν εἰσοικίζων εἰς τὸ πᾶν· γίνεται γὰρ ὑπ’ ἀμφοῖν τὸ αὐτό, δημιουργικῶς μὲν καὶ νοερῶς ὑπὸ τῆς αἰτίας, αὐτοκινήτως δὲ ὑπὸ τῆς ψυχῆς. νῦν δὲ ὁ φιλόσοφος τὸν ἀπὸ τῆς δημιουργίας μόνης δεσμὸν παραδίδωσι· τὰ γὰρ ὅλα καὶ τὰ ἀγαθὰ διαφερόντως εἰς τὴν θείαν αἰτίαν ἀναπέμπομεν, τὰ δὲ μερικὰ καὶ τὰ μὴ ἀγαθὰ τῆς μὲν θείας ποιήσεως ἀνάξια νομίζομεν, ἄλλων δὲ αἰτίων προσεχῶν ἀνάπτομεν, καίτοι καὶ ταῦτα κατὰ θεόν, ὥσπερ λέγεται πολλάκις. τῆς οὖν πρὸς τὰ σώματα κοινωνίας οὖσης μὲν καὶ ἐπὶ τῆς θείας ψυχῆς, οὖσης δὲ καὶ ἐπὶ τῆς μερικῆς, ἡ μὲν κατ’ ἀγαθοειδῆ βούλησιν γιγνομένη καὶ ἀνεκφολίτητον τῶν νοητῶν προόδων ἐνθεὸς ἐστιν, ἡ δὲ κατὰ πτερορρύσιν ἢ τόλμαν ἢ φυγὴν ἀθεος, καίτοι καὶ ἐν ἐκείνῃ συμπλέκεται τὸ ἀπὸ τῆς αὐτοκινήσεως καὶ ἐν ταύτῃ τὸ τῆς προνοίας· ἀλλ’ οὐ μὲν τὸ κατὰ θεὸν ἔμφανές διὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν, οὐ δὲ τὸ ἀπὸ τῆς ψυχῆς διὰ τὴν τῆς παρατροπῆς ἔμφασιν. ὥστε εἰκῶς καὶ ὁ Πλάτων ἐν τούτοις διχῶς τῆς ψυχώσεως γιγνομένης, ἐκ τε τοῦ δημιουργοῦ καὶ ἐκ τῆς αὐτοκινήσεως, τὴν κατὰ θεὸν αἰτίαν προὔτιμησεν ὡς τοῖς ὅλοις οἰκειοτάτην· τὸ γὰρ θεὶς καὶ τὸ διέτεινε καὶ τὸ περιεκάλυψεν ὀνόματα ἐστὶν ἔργων δημιουργικῶν, τὸ μὲν τὴν κατάληξιν σημαίνον τῆς ψυχῆς, τὸ δὲ τὴν μεσότητα τὴν διὰ πάντων διήκουσαν, τὸ δὲ τὴν ἐξηρημένην ὑπεροχὴν· τὸ γὰρ περικαλύψαι τὸ περισχεῖν ἀπὸ πανταχόθεν τὸν κόσμον καὶ δι’ ἑαυτῆς αὐτὸν ἐνῶσαι καὶ εἰς μίαν ζωὴν ἀναγαγεῖν ἐνδείκνυται καὶ τὸ μηδὲν ἔξω τῆς οἰκείας ἀφεῖναι προνοίας μηδὲ ἔρημον αὐτῆς.