Ancient Greek
2.126.5
Proclus Phil., In Platonis Timaeum Commentaria 2.126.5
Unproofread scanNot analysed yet
πολλὰ δὲ δεῖλ’ ἔμπαια, τὰ τ’ ἀμβλύνουσι μερίμνας· πολλὰ γὰρ ἐμπίπτοντα τοῖς ὄντως ἡμῖν δειλοῖς, ὡς φυγάσι θεοῦθεν γενομένοις, ἀμβλύνει τὴν τῶν ὄντων θεωρίαν. ἐπειδὴ δέ, ὥσπερ καὶ οὗτος ὁ φιλόσοφος εἶπεν, ἔξωθεν ἐφήκεν ἡμῖν τοῦτο τὸ προστυχὸν καὶ τὸ εἰκαιόν, διὰ τοῦτο καὶ ὁ Πλάτων μετέχειν ἡμᾶς αὐτῶν εἶπεν, ἀλλ’ οὐκ ἀπὸ τῆς οὐσίας ἡμῶν ἀνεγείρεσθαι ταῦτα· νοεροὶ γὰρ ἐσμεν κατ’ οὐσίαν. ἐπειδὴ δὲ μέδεξις ἐστι καὶ ἀπὸ τῶν θειοτέρων, τὸ πολὺ προσέθηκεν, ἵνα τὸ ἀόριστον καὶ συγκεχυμένον ἐνδείξηται