Ancient Greek
2.131.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.131.1-2
Unproofread scanNot analysed yet
δενὸς αἰτίαν ἀποδοτέον ἢ τινός· εἰ μὲν γὰρ μηδενός, πρὸς τῷ τὴν ἐπιστήμην ἀναιρεῖν, τὴν μάλιστα τὰς αἰτίας γνωρίζουσαν, καὶ ἑαυτοῦ κατηγορήσει ζητοῦντος, πόθεν μὲν αἱ βρονταί, πόθεν δὲ ἄνεμοι, ποῖαι δὲ αἰτίαι κεραυνῶν, ἀστραπῶν, πρηστηρῶν, ὑετῶν, χιόνος, χαλάζης, ὃ δὴ καλῶς ποιῶν ἐν τῇ τῶν μετεώρων ἀπολογίᾳ τῆς πρεπούσης εἰκοτολογίας καὶ αὐτὸς ἡξίωσεν, εἰ δὲ τινός, διὰ τί τὰ μὲν κατ’ αἰτίας τῶν φυσικῶν θεατέον, τὰ δὲ ἄνευ αἰτίας ἀλόγως παραδοτέον; οὐ γὰρ ἐφ’ ὧν τὸ ὅτι πάντως καταφανές, ἐπὶ τούτων καὶ τὸ διότι γνώριμον. μετὰ δὲ τοῦτον ἐρωτήσομεν τοὺς τοῦ Πλάτωνος ἐραστάς, πότερον ἁπαξαπάντων ζητήσομεν αἰτίαν ἢ οὐ πάντων· εἰ μὲν δὴ ἀπάντων, ἆρα καὶ αὐτοῦ τοῦ ἑνός, ὃ καὶ αἰτίας εἶναι κρεῖττόν φαμεν; ὅτι μὲν γὰρ ἕν ἐστιν, ὑπομιμνήσκομεν ἐκ τῶν ἐναργῶν· εἰ γὰρ μὴ ἕν, ἀλλὰ πλήθος, τί τὸ ἕνούν; τὸ γὰρ ἡνωμένον ἀπὸ τοῦ ἑνός, ὡς τὸ οὐσιωμένον ἀπὸ τῆς οὐσίας, ὡς τὸ ἐψυχωμένον ἀπὸ τῆς ψυχῆς· διότι δὲ ἕν ἐστι τὸ ἕν, οὐκ ἔστιν εἰπεῖν· πάσης γὰρ αἰτίας ἐκεῖνο πρεσβύτερον. εἰ δὲ οὐχ ἀπάντων, διὰ τί ψυχῆς μὲν τὴν αἰτίαν καὶ τὴν ἀπ’ αἰτίας γένεσιν ἐπιζητήσομεν, ἐπ’ ἄλλων δὲ οὐδαμῶς ταὐτὸν τοῦτο ποιήσομεν; ἰδίᾳ δὲ ἐκατέρους ἐρωτήσαντες πρὸς ἡμᾶς αὐτοὺς ὑπὲρ ἀμφοτέρων ἀπορήσομεν, διὰ ποίαν αἰτίαν ὁ μὲν Πλάτων καὶ ψυχῆς γένεσιν πλάττει καὶ τὴν ἀπ’ αἰτίας πάροδον, ὁ δὲ Θεόφραστος διαγράφει πᾶσαν τὴν τοιαύτην διδασκαλίαν, καὶ ἀπορήσαντες ἐροῦμεν, ὅτι Θεοφράστῳ μὲν καὶ τοῖς ἐκ τοῦ περιπάτου πᾶσι μέχρι τῶν κινητικῶν τοῦ παντὸς εἴδῶν ἡ τῆς θεωρίας ἄνοδος γέγονεν, εἴτε ψυχὰς ταῦτα δεῖ καλεῖν εἴτε νόας, τῷ δὲ Πλάτωνι ταῦτα μὲν ὡς μεθεκτὰ τοῦ τὴν πρώτην ἔχειν ἐν τοῖς οὖσιν ἀξίαν παρηρημένα πολλοστήν