Ancient Greek
2.133.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.133.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] αυτῆς οὐκ ὄντος· αὐτὸ δὲ τοῦτο οὐκ ἀληθές, τὸ πρωτίστην εἶναι τῶν ὅλων τὴν ψυχὴν· ἀνάγκη γάρ, ὅπερ περὶ τοῦ σώματος φησιν Ἀριστοτέλης, πεπερασμένον ὄν ἀεὶ λαμβάνειν δύναμιν τοῦ κινεῖσθαι ἀεί, ἀλλ’ οὐχ ἅμα τὴν ἄπειρον εἰληφέναι, ταῦτόν καὶ περὶ ψυχῆς λέγειν μὴ ἅμα πάντα ἐνεργοῦσης, ὡς τὴν ἄπειρον δύναμιν, ἀφ’ ἧς ἀεὶ ἐνεργεῖ, οὐχ ἅμα πᾶσαν ἔχει ἢ ἐνεργεῖ πᾶσαν, ἔχουσα ἀεὶ μίαν ἐνέργειαν· πάσης γὰρ δυνάμεως ἐνέργεια μία μίας. ἀεὶ ἄρα λαμβάνει τὴν τοῦ ἐνεργεῖν ἀεὶ δύναμιν καὶ διὰ τοῦτο οὐκ ἀεὶ ὁσαύτως ἐνεργεῖ, ἀλλὰ ἄλλοτε ἄλλως. ὥστε συλλήβδην ἀληθές, ὅτι πᾶν τὸ κατὰ χρόνον ἐνεργοῦν δέχεται ἀεὶ τὴν τοῦ ἐνεργεῖν δύναμιν, ἀλλ’ οὐχ ἅμα δέδεκται ὅλην· καὶ ταύτῃ γενητὸν ἐστιν. ὅτι δὲ οὐ πρῶτον ἢ ψυχὴ δήλον· τὸ μὲν γὰρ πρῶτον πᾶσι πάρεστι, καὶ μετέχειν ἀνάγκη πάντα τῆς πάντων ἀρχῆς ἢ μὴ μετέχοντα παντάπασι ἀπολωλέναι· πᾶσι γὰρ ἢ οὐσία καὶ ἢ ὑπαρξὶς ἀπὸ τῆς πρωτίστης ἀρχῆς· ψυχὴ δὲ οὐ πᾶσι πάρεστιν, οὔδὲ πάντα μετέχειν D ἀνάγκη ψυχῆς, ἀλλὰ τὰ μὲν ἄψυχα, τὰ δὲ ἐμψυχὰ τῶν σωμάτων ἐστί. καὶ τὸ μὲν πρῶτον ἐν εἶναι δεῖ· πλήθος γὰρ ὄν ἔχει πρὸ αὐτοῦ τὸ ἐνοποιόν· οὐ γὰρ διεσπαρμένον ἔσται τὸ πλήθος· ἢ δὲ ψυχὴ πλήθός ἐστι. καὶ τὸ μὲν πρῶτον ἐπέκεινα πάσης οὐσίας, ἐπεὶ πᾶσα οὐσία πλήθος ἔχει μεθ’ ἑαυτῆς· ἑτερότης γὰρ ἐν αὐτῇ καὶ ταυτότης ζωὴ τε καὶ αἰώνιος ἐνέργεια· ἢ δὲ ψυχὴ οὐσία. καὶ τὸ μὲν πρῶτον πανταχοῦ γένος ἀκάκωτόν ἐστι, τὸ δὲ τῶν ψυχῶν κακῶνεσθαι πῇ πέφυκεν· καὶ ὅλως τοῦτο διὰ πολλῶν ἐπιδείκνυται λόγων. ἐπεὶ δὲ οὗτός ἐστιν ὁ τοῦ Πλάτωνος διὰ τὴν εἰρημένην αἰτίαν σκοπός, αὐτὴν ἡμῖν ἀναπτύσσει τὴν ψυχικὴν οὐσίαν, ὅπως ὑπέστη καὶ ἐκ ποίων στοιχείων καὶ κατὰ ποίους λόγους ἀναδιδάσκων· ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον ὅτι μέν ἐστιν ἐν αὐτῷ πρόσωπον καὶ χεῖρες καὶ μηροὶ καὶ πόδες