Ancient Greek
2.136.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.136.1-2
Unproofread scanNot analysed yet
μερῶν αὐτῆς, ὡς ἔσται δῆλον προελθούσι· καὶ ἄλλο τὸ εἶδος αὐτῆς τὸ ἐκ τούτων ἀποτελούμενον· ὥστε καὶ μία καὶ τριφυὴς ἔστιν ἡ οὐσία τῆς ψυχῆς· προσῆκει γὰρ αὐτῇ καὶ ἡ μονὰς καὶ ἡ τριάς, ἐπεὶ καὶ τὴν σύμπασαν ψυχὴν εἰς τρία τέμνομεν. ἔστιν οὖν καὶ ἡ οὐσία μία καὶ τριπλῆ· καὶ γὰρ ἄλλο C μὲν ἡ ὑπαρξις, ἄλλο δὲ ἡ ἁρμονία, ἄλλο δὲ τὸ εἶδος· ἡ μὲν τὸ εἶναι μόνον ἀφορίζουσα, ἡ δὲ ἀρμόζουσα τὸ οὐσιῶδες πλήθος, τὸ δὲ συνεχὸν τὴν ἰδιότητα τοῦ ὅλου συστήματος. καὶ πάντα ταῦτα ἐν ἀλλήλοις ἔστιν· ἡ τε γὰρ ὑπαρξις ἔχει μεθ’ ἑαυτῆς τὸ ἁρμοσμένον πλήθος· οὐ γὰρ ἔστιν ἄπλῆθυντος οὐδὲ πλῆθος μόνον ἔχουσα, ἀνάρμοστον δέ· καὶ ἡ ἁρμονία οὐσιώδης ἐστὶ καὶ αὐτή, συνεκτικὴ καὶ εἰδοποιὸς τῆς οὐσίας· ἀφ’ ἧς καὶ δείκνυται, πῶς μὲν ἔστιν ἁρμονία ἡ ψυχή, πῶς δὲ μή, καὶ ὅτι σύμφωνός ἐστι πρὸς ἑαυτὸν ὁ Πλάτων ἐνταῦθα μὲν ἁρμονίαν αὐτὴν τιθέμενος, ἐν Φαίδωνι [88D] δὲ ἐλέγχων τοὺς ταῦτα λέγοντας· ἄλλο γὰρ ἢν τὸ ἑαυτοῦ τε εἶναι καὶ ἄλλων ἁρμονίαν, ἄλλο τὸ ἄλλου μόνον· τοῦτο μὲν γὰρ ἐν ὑποκειμένῳ ποιεῖ τὴν ἁρμονίαν καὶ ἀχώριστον τῶν ἁρμοσμένων καὶ ἐπ’ ἄλλοτρίας ἕδρας ἰδρυομένην, ἐκεῖνο δὲ χωριστὴν καὶ ἑαυτῆς οὖσαν καὶ πρὸς ἑαυτὴν ἐπεστραμμένην. καὶ δὴ καὶ τὸ εἶδος τῶν τε ἁρμονικῶν λόγων ἐστὶ περιληπτικὸν καὶ τὴν ὑπαρξιν περιέχει τῆς ψυχῆς· κατὰ γὰρ τοῦτο μάλιστα ἡ ἰδιότης ἀφώρισται τῆς ψυχῆς καὶ ὁ λόγος ὁ εἷς, καθ’ ὃν ἔστιν ὅπερ ἔστι. πάντα ἄρα ταῦτα ἐν ἀλλήλοις ἔστιν, ἡ ὑπαρξις, ἡ ἁρμονία, τὸ εἶδος, καὶ μία ἡ οὐσία καὶ τριφυὴς, ἐπεὶ καὶ ἐκ τριῶν D ὑφέστηκε γενῶν, οὐσίας, ταυτοῦ, θάτερου. καὶ πάλιν ἡ μὲν ὑπαρξις κατὰ τὴν οὐσίαν ἀφορίζεται μᾶλλον, ἡ δὲ ἁρμονία κατὰ τὸ ταυτόν, τὸ δὲ εἶδος κατὰ θάτερον, καθ’ ὃ διακέκριται τῶν πάντων. ἐπειδή τοίνυν τριπλῆν μὲν ἐξ ἀρχῆς εὕρομεν τὴν ψυχὴν, ἔχουσαν οὐσίαν, δύναμιν, ἐνέργειαν, αὐτὴν δὲ πάλιν τὴν οὐσίαν τριπλῆν, κατὰ τὴν ὑπαρξιν, κατὰ τὴν ἁρμονίαν, κατὰ τὸ εἶδος, πεντάδα ποιήσομεν ἐκ τούτων,