Ancient Greek
2.137.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.137.3
Unproofread scanNot analysed yet
Τρίτον δὲ ἐπὶ τούτοις ὁ τρίτον προϋθέμεθα ζητῆσαι λεκτέον, πῶς καὶ διὰ τί τὴν ψυχὴν μέσην φαμέν· ἀνάγκη γὰρ τοῦτο πρὸ τῶν περὶ αὐτῆς ἐγνωκέναι λόγων. ἐπειδὴ τοίνυν τὰ ὄντα πολλὰ ἐστιν, ἀφ’ ἑνὸς τοῦ πρώτως ὄντος F προιόντα μέχρι τῆς ἀνειδέου καὶ ἐσχάτης ὕλης, κατιδάμεν, τίνα μὲν ἰδιώματα τῶν πρώτως ὄντων, τίνα δὲ τῶν ἐσχάτων, τίνα δὲ ἔλαχε μέσην τάξιν, καὶ ποία τῇ τῆς ψυχῆς ἐφαρμοστέον οὐσία. ἔστι δὴ οὖν τῶν μὲν νοητῶν ἰδιώματα