Ancient Greek
2.139.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.139.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 A] τῶν κινουμένων, τὸ ὅμοιον ἅμα καὶ ἀνόμοιον, τὸ ἐξηρημένον τῶν ἐσχάτων τε καὶ συντεταγμένον αὐτοῖς. τοιούτων δὲ τῶν ἐν τοῖς οὖσιν ἰδιωμάτων ὑπαρχόντων τὴν ψυχὴν σκεψώμεθα ποῦ τακτέον, πότερον ἐν τοῖς πρώτοις ἢ ἐν τοῖς ἐσχάτοις. 5 ἀλλ’ εἰ μὲν ἐν τοῖς πρώτοις, ὅντως ἂν ἔσται καὶ αἰώνιος πᾶντῃ καὶ ἀκίνητος καὶ πάντα τὰ ἄλλα ἐξῆς, καὶ οὔτε τὸ μεριστὸν τῶν ψυχικῶν λόγων ἔτι φυλάξομεν οὔτε τὸν ψυχκὸν χρόνον οὔτε τὴν αὐτοκίνησιν οὔτε τὸ μεταβατικὸν οὔτε ἄλλο τῶν τοιούτων οὐδέν· καίτοι γε ταῦτα ὁρῶμεν ἐναργῶς 10 ἐπὶ τῶν ἡμετέρων ψυχῶν πασῶν. νῦν δὲ ταῦτα ζητοῦμεν, ὅσα κοινὰ τῶν ψυχῶν ἐστὶ πασῶν καὶ κατ’ οὐσίαν ἐνόντα ἐν αὐταῖς, οἷα δὴ ταῦτά ἐστιν· ὥστε εἰ πάσαις ὑπάρχει κοινὰ ὄντα, οὐκ ἂν εἴεν αἱ ψυχαὶ τῶν πρώτων ἢ ψυχαὶ καὶ ἀεὶ ὄντων. ἀλλὰ μὴν οὐδὲ τῶν ἐσχάτων· εἰ γὰρ εἴεν ἐν 15 τοῖς ἐσχάτοις, ἑτεροκίνητον τὴν ψυχὴν ποιήσομεν καὶ μεριστὴν καὶ σύνθετον καὶ ἀπ’ ἄλλων μόνον τελειουμένην, ὧν πᾶν τοῦναντίον ὁρῶμεν καὶ ἐπὶ τῶν ἡμετέρων ψυχῶν· κινοῦσι γὰρ ἑαυτὰς καὶ τελειοῦσι καὶ ἄγουσιν ὅπῃ βούλονται. πολλῷ ἄρα μᾶλλον αἱ θείαι ψυχαὶ τῆς οἰκείας τελειότητος 20 αὐταὶ τὴν αἰτίαν ἔχουσι καὶ πάντα ἄγουσι ταῖς ἑαυτῶν κινήσεσι καὶ εἰς ἑαυτὰς ἐπιστρέφονται καὶ ἑαυτὰς γιγνώσκουσιν, ὅ δὴ τοῖς ἑτεροκινήτοις ὑπάρχειν ἀδύνατον. εἰ δὴ μήτε ἐν τοῖς πρώτοις μήτε ἐν τοῖς ἐσχάτοις αὐτὴν τίθεσθαι δυνατόν, μέσην αὐτῇ τινὰ χώραν δοτέον, καὶ τοῦτο εἰκότως, ἵνα 25 μιμῆται καὶ τὰς πρωτίστας ἑαυτῆς αἰτίας· μέσην γὰρ καὶ ἐν τοῖς θεοῖς ἔχει χώραν ἢ τῆς ψυχῆς αἰτία θεός, ὡς δοκεῖ καὶ τοῖς θεολόγοις, συναγωγὸς οὖσα τῶν δύο πατέρων καὶ ἀπὸ τῶν ἑαυτῆς λαγόνων τὴν τῆς ψυχῆς προιέμενη ζωὴν. ἐν τε οὖν τοῖς πηγαίοις θεοῖς οὕτω καὶ ἐν τοῖς ἡγε- 30 μονικοῖς ἐν τῇ μέσῃ τριάδι τὴν ψυχικὴν ἀρχὴν προοφαινομένην ὁρῶμεν, ὥστε εἰκότως καὶ αὐτῇ μέση προσηλθε τῶν τε νοητῶν ἀπλῶς καὶ τῶν αἰσθητῶν, τῶν τε ἀεὶ μόνως ὄντων