Ancient Greek
2.141.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.141.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] αὐτῆς· πῶς γὰρ ἀγέννητον τὸ ὅν ἢ τῷ τὴν ἄπειρον τοῦ εἶναι δύναμιν ὅλην ἅμα παρουσαν ἔχειν; πῶς δὲ τὸ σῶμα γεννητὸν ἢ τῷ ἀεὶ ἐπιναομένην ἔχειν τὴν ἄπειρον δύναμιν, ὅλην ἅμα δεξασθαι μὴ δυναμένου; ἢ τοιῶν ψυχὴ ὡς μὲν 5 ἀσώματος καθ’ ἑαυτὴν ἄπειρον ἔχει τοῦ εἶναι δύναμιν, καθ’ ὅλην ἑαυτὴν οὐ γινομένη, ἀλλ’ οὕσα ἀθάνατος, κατὰ δὲ τὰ 180 μέρη ἀεὶ γίνεται ἐπ’ ἄπειρον. εἰ γὰρ εἴη καὶ κατὰ ταῦτα τὴν αὐτὴν ἄπειρίαν ὅλην ἔχουσα παρουσαν, ἔσται τοῦ ὅλου καὶ τοῦ μέρους ἡ αὐτὴ ἄπειρία, τοῦ τελείου καὶ τοῦ ἀτε- 10λοῦς, τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ μὴν οὐδὲ τὸ ὅλον αὐτῆς δυνατόν γιγνόμενον ἀεὶ εἶναι, τὸ δὲ μέρος ἀεὶ ὂν, ἵνα μὴ τὸ μέρος ἢ τοῦ ὅλου κρεῖττον. ἀνάπαλιν ἄρα τὸ μὲν ἐστιν ὂν ἄπειρον, τὸ δὲ γιγνόμενον· ὥστε ἡ ὑπόστασις αὐτῆς καὶ ἐστιν ἄπειροδύνα- 15μος καὶ γίνεται ἐπ’ ἄπειρον, καὶ οὕτω δὴ ἅμα καὶ τοῦ ὄντος μετέχει καὶ πρώτη τῶν γιγνομένων ἐστί, τοῦ σώματος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν ἐν γενέσει ὄντος. οὐκ ἄρα ἐξαφθεὶ τὸ λέγειν γεννητὴν αὐτὴν τῷ μεριστῶς ἐνεργεῖν, ἀλλ’ ὁρῶν, πῶς καὶ ἐν τῷ εἶναι τοῦτο προϋπάρχει τῆς ψυχῆς· 20πᾶσα γὰρ ἐνέργεια κατὰ φύσιν ἔχει τὴν οὐσίαν προλαβοῦσαν τὴν αἰτίαν τῆς ἐνεργείας, ὥστε καὶ ἡ ψυχὴ τῆς κατὰ χρόνον ζωῆς ἐν τῇ οὐσίᾳ προεῖληφε τὸ σπέρμα πάσης οὐσίας ψυχῆς Β κοινῆς· δεῖ γὰρ καὶ γίνεσθαι αὐτήν, οὐκ εἶναι μόνον. ἀλλ’ εἰ τοῦτο, ἐπειδή τὸ εἶναι κατὰ τὸ ὅλον ἔχει, τὸ γίνεσθαι 25ἐν τοῖς μέρεσιν ἔχει. καὶ ὅπως τοῦτο ἀληθές, δεδείχαμεν. Περὶ μὲν οὖν τῆς μεσότητος τῆς ψυχῆς τοσαῦτα ἀπόρη. καὶ δὴ καὶ κείσθω χωρὶς μὲν τὸ νοητὸν πλάτος, χωρὶς δὲ τὸ ψυχικὸν πλήθος, χωρὶς δὲ ἡ αἰσθητὴ φύσις, καὶ ἀνηρτήσθω τὰ μὲν ἔσχατα εἰς τὰ μέσα, ταῦτα δὲ εἰς τὰ πρώτα, 30καὶ εἴστω σύνδεσμος τῶν ὄντων ὁ ἐν αὐτοῖς ὤν, ἡ ψυχή· συνδεῖ γὰρ καὶ τὸ ἐν τὰ πάντα, ἀλλ’ ἐξηρημένως (πάντα γὰρ ἦνται ἀλλήλοις ὁμόγονα καὶ ὡς ἐκ μιᾶς αἰτίας ὄντα καὶ ὡς πρὸς ἕν ἀρετὸν ἀνατεταμένα), συνδεῖ δὲ καὶ ἡ ψυχή, ἀλλ’ ὡς ἐν αὐτοῖς οὖσα, καὶ ὡς ἐν τῇ ἀναλογίᾳ τὸ