Ancient Greek
2.143.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.143.1-2
Unproofread scanNot analysed yet
Φιλίβω Σωκράτης τὴν διαιρετικήν. ὥσπερ οὖν ἐν ταῖς ἐπιστήμαις εἰσὶν ὀλικώταται τινες, οὕτως ἐν ταῖς νοηταῖς αἰτίαις ἄλλαι μὲν εἰσιν αἱ μερικώταται, ὡς ἐν ἐκείναις τὸ μερικόν, καὶ οἰκείων ἀριθμῶν ἐξηγούμεναι τῶν ὁμοειδῶν· αἱ δὲ ἐπὶ πλεῖστον διατείνουσαι, καθάπερ τὸ ἴσον, τὸ ὅμοιον, τὸ ὅλον (οὐ δὲ ὅλον ἢ ὅλον πάντων κοινόν· τὸ γοῦν μέρος ἢ μέρος οὐχ ὅλον)· αἱ δὲ ἐπὶ πάντα ἐκτεινόμεναι, ὧν πάντα μετέχει τὰ ὄντα καθ’ ὅντα ἐστίν, οὐ καθόσον ζῶντα ἢ ἐμψυχα ἢ ἄλλην τινὰ ἰδιότητα ἔχοντα, ἀλλὰ κατ’ αὐτὴν τὴν τοῦ ὄντος προσηγόριαν· ἐπεὶ γὰρ τὸ ὂν πρῶτιστόν ἐστι, καὶ τὰ τοῦ εἶναι αἰτία τὴν ὀλικωτάτην ἐν τοῖς γένεσιν ἔχει τάξιν. ταῦτα δὲ ἐστὶ πέντε τὸν ἀριθμόν· οὐσία, ταυτόν, θάτερον, κίνησις, στάσις· ἕκαστον γὰρ τῶν ὄντων καὶ οὐσιῶται καὶ ἡνωται αὐτὸ πρὸς ἑαυτὸ καὶ διακέκριται ἀφ’ αὑτοῦ καὶ τῶν ἄλλων καὶ πρόεισιν ἀφ’ αὑτοῦ τε καὶ τῆς οἰκείας ἀρχῆς, καὶ μονῆς ἢ διαμονῆς τινος μετέχει, καθόσον φυλάττει τὸ οἰκεῖον εἶδος. εἴτε οὖν νοητὸν εἴτε αἰσθητὸν εἴτε μέσον ἐστὶ γένος, ἐπ’ τούτων ἐστί· πάντα γὰρ ἐκ τούτων· ἢ μὲν γὰρ ἢ ὅλα ἐστὶν ἢ μέρη ἢ ἐψύχωται οὐ πάντα, τούτων δὲ πάντα μετέχει τῶν γενῶν· οὐσίας τε γὰρ περὶ ἓν τι μὴ οὖσης οὐδὲ τὰ ἄλλα ἔσται (περὶ οὐσίαν γὰρ καὶ ἐκεῖνα ὑφέστηκε) καὶ ταυτότητος οὐκ οὖσης διαπεφορημένον ἔσται τὸ ὅλον, καὶ ἑτερότητος ἀπολομένης ἐκ τινος ἓν ἔσται μόνον ἀπλήθυντον, κινήσεως τε μὴ οὖσης ἀνενέργητον καὶ νεκρόν, καὶ στάσεως ἀνίδρυτον καὶ εἰς τὸ μὴ ὂν εὐθὺς ὑποφερόμενον. ἀναγκαῖον ἄρα καὶ ἐν πᾶσιν εἶναι τούτων ἕκαστον, καὶ πρωτίστην μὲν ὑφεστάναι τὴν οὐσίαν οἷον ἐστίαν τῶν γενῶν ὑπάρχουσαν καὶ μονάδα καὶ τῷ ἑνὶ τεταγμένην ἀνὰ λόγον, μετὰ δὲ ταύτην ταὐτὸν καὶ ἕτερον, τὸ μὲν ἀνὰ λόγον τῷ πέρατι, τὸ δὲ τῇ ἀπειρίᾳ, καὶ στάσιν ὡσαύτως καὶ κίνησιν, τὰ μὲν περὶ τὰς δυνάμεις τῶν ὄντων, τὰ δὲ περὶ τὰς ἐνεργείας