Ancient Greek
2.146.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.146.1
Unproofread scanNot analysed yet
ἂν ἔχοι τὰ γένη, ἀλλ’ οἰκείως ἐαυτῇ· δοκεῖ γὰρ μοι διὰ ταῦτα καὶ ἐκ τῶν πρώτων γενῶν ὑποστῆσαι τὴν ψυχὴν καὶ ἐκ τῶν ἀριθμῶν καὶ ἐκ τῶν ἁρμονικῶν λόγων, τὰς τε ἀρχὰς ἐν αὐτῇ τῶν σχημάτων ἀποθέσθαι καὶ τῶν θείων κινήσεων, ἵνα καὶ τῶν μαθημάτων πάντων καὶ τῆς διαλεκτικῆς προειληφυσία τοὺς λόγους οὕτως γιγνώσκῃ τὰ πάντα, τὰς οὐσίας, τοὺς ἀριθμούς, τὰς ἁρμονίας, τὰ σχήματα, τὰς κινήσεις, ἀφ’ ὧν τὰ ὅλα ὑφέστηκε. καὶ ἔοικεν ὡς μὲν συγγενῇ τοῖς νοητοῖς αὐτὴν ἀπὸ τῶν γενῶν ὑφιστάνειν τοῦ ὄντος, ὃ ἦν ἐν ἐκείνοις πρῶτως, ὡς δὲ συγγενῇ τοῖς αἰσθητοῖς σχηματίζειν (τὰ γὰρ ὄντως σχηματιζόμενα ταῦτά ἐστιν), ὡς δὲ μέσην ἀμφοτέρων συνδεῖν τοῖς ἁρμονικοῖς λόγοις. καὶ τοι γε καὶ ἐν τοῖς νοητοῖς εἴδεσιν ἐστι καὶ τὸ τῆς ἁρμονίας Ε εἶδος καὶ τὸ τοῦ σχήματος, ἀλλ’ ἡ αὐτοαρμονία καὶ τὸ αὐτοσχῆμα οὐχ ἡρμοσμένον οὐδ’ ἐσχηματισμένον (τὰ γὰρ πρῶτως οὐκ ἔστι κατὰ μέθεξιν), καὶ ἐν τοῖς αἰσθητοῖς ἡ ἁρμονία καὶ τὰ γένη, ἀλλὰ μεριστῶς, ἐν δὲ ταῖς ψυχαῖς ἀσωμάτως ἅμα πάντα καὶ κατὰ μέθεξιν· ὅθεν τό τε ἁπλοῦν ἅμα καὶ σύνθετον αὐτῶν δῆλον· τὸ μὲν γὰρ μετέχει συνθέτων, τὸ δὲ ἀσώματον ἁπλῶν ἴδιον· ἔδει δὲ τὸ πρῶτως μετέχον ἐκείνων εἶναι τοιοῦτον. ἀπὸ δ’ οὖν τῶν γενῶν τούτων ὑφίστησι τὴν ψυχικὴν οὐσίαν ὁ Πλάτων, αὐτὸ τὸ ὑποκείμενον αὐτῆς παράγων πρῶτον ἀπὸ τῶν μέσων δηλαδὴ γενῶν· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν στοιχείων ἐλέγομεν, ὅτι καὶ ἐν οὐρανῷ πάντα ἐστὶ καὶ ὑπὸ σελήνην καὶ ὑπὸ γῆν, καὶ ἐκ τῶν τεττάρων μὲν πάντα, ἀλλ’ οὐ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν οὐρανὸς ἐκ τῶν ἀκροτήτων, ἡ δὲ γένεσις ἐκ τῶν δευτέρων, τὰ δὲ ὑπὸ γῆν ἐκ τῶν ἐσχάτων, οὕτω δὴ καὶ πάντα μὲν ἐκ τῶν γενῶν τούτων, ἀλλὰ τὰ μὲν νοητὰ ἐκ τῶν πρώτων καὶ ἀμερίστων καὶ ἀκινήτων καὶ ὁλοτελῶν, τὰ δὲ αὐτοκίνητα ἐκ τῶν ἀμερίστων καὶ μεριστῶν, τὰ δὲ σωματοειδῆ ἐκ τῶν μεριστῶν· οἷα γὰρ τὰ γένη, τοιαῦται καὶ αἱ οὐσίαι. F προηγεῖται δὲ τὰ μὲν ἀμέριστα τῶν ἀμερίστων ἅμα καὶ