Ancient Greek
2.153.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.153.1-2
Unproofread scanNot analysed yet
μέρη, ὧν ἕκαστον ἐκ τῶν ἐνῶν ἐστι πάντων, ὥστ’ εἶναι πολλὰς οὐσίας ἐν ἑκάστη, ταυτότητας πολλάς, ἑτερότητας πολλάς, τοῖς ἐν αὐτῇ μέρεσι συνδιηρημένας. ὅσα δὲ τὰ μέρη, δηλώσει χρῶμενος ταῖς μεσότησι καὶ ταῖς διὰ τῶν ἐποχδόων καὶ τῶν λειμμάτων κατατομαῖς, ὡς ἔσται προιοῦσι δῆλον. ἐκεῖνο μὴν φανερόν, ὅτι τὸν νοῦν ἢ νοῦς ἐστιν ἀμέριστόν φαμεν εἶναι, τὸ πλήθος τῶν εἴδων ἕτερον αὐτοῦ νοοῦντες, εἰ καὶ ἐν αὐτῷ ἐστι, καὶ τὴν ψυχὴν καθ’ ψυχὴ μεριστήν, τὰ ἐν αὐτῇ εἴδη μὴ συνθεωροῦντες, ἀλλὰ μόνην τὴν ψυχικὴν οὐσίαν καὶ τὴν νοερὰν, καθ’ αὐτὴν ἑκατέραν ***F τί ἄλλο, ἢ ὅτι ἀμέριστος μὲν οὐσία καλεῖται παρὰ τοῦ Πλάτωνος ὁ νοῦς ὁ ὑπὸ τῆς ψυχῆς μετεχόμενος, μεριστὴ δὲ περὶ τοῖς σώμασιν ἢ σωματοειδὴς ζωὴ ἢ ἀπ’ αὐτῆς προιοῦσα καὶ αὐγῆς ἔχουσα λόγον πρὸς αὐτήν· ἀνὰ λόγον γὰρ ἡλίῳ μὲν ὁ νοῦς, τῷ δὲ ἀφ’ ἡλίου φωτὶ ἢ ψυχή, τῇ δὲ αὐγῇ τῇ ἀπὸ τοῦ φωτὸς ἢ μεριστὴ ζωή. καὶ εἰκότως ταῦτα ἀκριβέστερα τῶν προειρημένων ὑπονοοῦμεν, διότι δεῖ τὸν δημιουργὸν κύριον εἶναι πάσης μὲν τῆς ἀμερίστου, πάσης δὲ τῆς μεριστῆς <οὐσίας>, ἵνα καὶ τὸ λαβὼν ἔχῃ χώραν καὶ τὸ ἐξ ἀμφοῖν συνεκεράσατο καὶ πάντα ὅσα ἐξῆς ὁ Πλάτων ἐπήνεγκεν. ὁ μὲν οὖν Ἰάμβλιχος καὶ μετὰ τοῦτον Θεόδωρος εἰς τὴν ὑπερκόσμιον ψυχὴν ἀνάγουσι τούτους τοὺς λόγους· ἡμεῖς δὴ ἡγοῦμεθα μὲν τὸν Τίμαιον τὴν τοῦ παντὸς ψυχὴν γεννᾶν διὰ τούτων, ὡς καὶ αἱ ῥήσεις δηλοῦσιν, ἀξιοῦμεν δὲ τοὺς φιλοθεάμονας ζητεῖν καὶ ἐπὶ τῆς ὑπερκοσμίου ψυχῆς τὸ ἀμέριστον καὶ τὸ μεριστόν· μέση γὰρ πᾶσα ψυχὴ τούτων· τὸ μὲν γὰρ ἀμέριστον δῆλον καὶ ἐπ’ ἐκείνων· πάσης γὰρ ὑπερκάθεται νοῦς ὑπερκόσμιος. τὸ δὲ μεριστόν τί ἐστιν; οὐ γὰρ ἐξῆπται σώματα τινὰ αἰσθητὰ καὶ ἐκείνων ὑπερκοσμίων οὐσιῶν ἀνάπαλιν ἢ ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν· τούτων γὰρ σώματα μὲν ἑκάστης ἐξῆπται, δι’ ὃ καὶ εἰσιν ἐγκόσμιαι, νοῦς δὲ ἴδιος οὐχ ὑπερίδρυται, διό