Ancient Greek
2.155.9
Proclus Phil., In Platonis Timaeum Commentaria 2.155.9
Unproofread scanNot analysed yet
δὴ οὖν αὐ πρῶτον παρ’ αὐτῷ τὸ ἀμέριστον ἴδωμεν, ἵνα καὶ ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] ἀριθμός, οὐ μέντοι πᾶς νοῦς, ἀλλ’ ὁ ἐγκόσμιος· οὗτος γὰρ ἐστὶν ἡ καρδία ἢ ἀμέριστος, ἐπειδὴ καὶ τοῦτον δημιουργὸς ἦν ὁ μεριζόμενος θεός. τὸν μὲν δὴ νοῦν ἀμέριστον οὐσίαν τοῦ Διονύσου καλεῖ, τὸ δὲ γόνιμον αὐτοῦ τὴν μεριστὴν αὐτὴν περὶ τὸ σῶμα ζῴην ψυχικὴν οὐσίαν καὶ σπερμάτων οἰσιχὴν, ἣν καὶ τὴν Ἅρτεμιν φησι τὴν πάσης προεστώσαν τῆς ἐν τῇ φύσει γεννήσεως καὶ μαιευομένην τοὺς φυσικοὺς λόγους ἄνωθεν διατείνειν ἄχρι τῶν ὑποχθονίων, δυναμοῦσαν αὐτῆς τὴν γόνιμον δύναμιν, τὸ δὲ λοιπὸν τοῦ θεοῦ σῶμα πᾶν τὴν ψυχικὴν σύστασιν, εἰς ἑπτὰ καὶ τοῦτο διηρημένον·