Ancient Greek
2.157.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.157.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35A] λέγειν τὴν ἀπὸ τοῦ ἑνὸς ὄντος ἐκείνου τῶν πολλῶν ἑνῶν ὄντων εὐτάκτως προιόντων ἀπὸ τῶν οἰκείων ἀρχῶν εἰς τὸ προσῆκον πλήθος, οὐχ ὥστε τὸ ἓν ὅν αὐτὸ συμπληρούμενον ἀπὸ τῶν πολλῶν εἶναι τούτων, ὡς τὴν ψυχὴν ἔχει [35AB] μίαν οὖσαν ἔχειν τὸ πλήθος εἰς αὐτὴν τελούν, ἀλλ’ ὡς προηγεῖσθαι μὲν τὸ ἓν ὅν τῶν πολλῶν ἑνῶν ἅμα καὶ ὄντων, ὑφεῖσθαι δὲ τὸ τούτων πλήθος ἐκείνου καὶ ἐν ἐκείνῳ περιἔχεσθαι κατ’ αἰτίαν, τὸν τε ἐνιαῖον καὶ τὸν οὐσιώδη σύμπαντα ἀριθμόν, ὥσπερ καὶ ἐνταῦθα τὸ αὐτοξῶν ἓν ὅλον εἶπε [33A], μέρη δὲ αὐτοῦ τὰς τέσσαρας ἰδέας, μὴ συμπληρούσας τὸ αὐτοξῶν, ἐν αὐτῷ δὲ περιεχομένας, ὡς κατανεμαμένας ἑνὸς ὄντος ἐκείνου τὴν μονάδα τῷ ἑαυτῶν πλήθει, καὶ ἑκάστην μέρος ἐκείνου δυναμένην, ἀλλ’ οὐχ ὅλη τῇ ἐκείνου μονάδι παρισουμένην· οὕτω γὰρ καὶ ἐκείνου ἑνὸς ὄντος ἐκάτερος ἀριθμὸς μέρη, καὶ ὁ ἐνιαῖος καὶ ὁ οὐσιώδης, οὐκ ὧν συμπληρωτικὸς αὐτοῦ τοῦ ἑνὸς ὄντος ὡς ἐκ τούτων ἐκατέρου συννεστώτος. ταῦτα καὶ πρὸς τὴν ἐπίστασιν ταύτην. ἀλλ’ ἐπὶ τὰ προκείμενα χωρῶμεν.