Ancient Greek
2.158.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.158.1-2
Unproofread scanNot analysed yet
ψυχῆς, οὐκέτ’ ἂν εἴη ἀγαθός, τὰ θειότερα καὶ ἐγγυτέρω ἑαυτοῦ καὶ αἰτιώτερα δαπανῶν εἰς τὴν τῶν χειρόνων ὑπόστασιν. πρὸς δὲ τούτοις εἰ ἀπὸ τῆς γιγνομένης μεριστῆς ἢ ψυχὴ συμπεπλήρωται, οὐ μόνον ἔσται περὶ σώματα ἐκείνη μεριστή, ἀλλὰ καὶ περὶ ψυχήν. οὐκ ἄρα, ὡς οἴονται τινες, αὐτὸ τὸ ἀμέριστον καὶ αὐτὸ τὸ μεριστὸν συμπληροῖ τὴν ψυχήν· ἀλλ’ ἔστι τὸ λεγόμενον, ὅτι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, ὡς τὸ αὐτὸ μεριστὸν μὲν ὡς πρὸς τὸ ἀμέριστον εἶναι, ἀμέριστον δὲ ὡς πρὸς τὸ μεριστόν, ὧντως τὴν μεσότητα τὴν τῆς ψυχῆς ἡμῖν παρεχόμενον. καὶ μὴν καὶ αὐτὸ τὸ τρίτον τὴν τῆς ἀναλογίας φύσιν ἐν τῇ ψυχῇ δεῖκνυσιν ἐνυπάρχουσαν· εἰ γὰρ τὸ αὐτὸ μέσον τέ ἐστι καὶ τρίτον, τοῦτο δὲ ἔστι μὲν ὡς πρῶτον, ἔστι δὲ ὡς ἔσχατον, ἔσται ἡ ψυχὴ πρῶτόν τε ἅμα καὶ ἔσχατον, ὃ δὴ πέφυκεν ἀναλογία κάλλιστα ποιεῖν. καὶ εἰ ἔστι τρίτον τοῦτο τὸ μέσον, δηλονότι δύο τινῶν ἄκρων ἔσται μέσον, ἕν ὧν, ἀλλ’ οὐ μετ’ ἄλλου μέσου· τέταρτον γὰρ ἂν ἦν τεττάρων ὄντων ἂνὰ λόγον. εἰ δὲ τρία ἐστὶ τὰ ἂνὰ λόγον, ὧν ἡ ψυχὴ μέσον, οὐχ ἁπλῶς ἐστιν οὐσίας μέση καὶ γενέσεως, ἀλλ’ οὐσίας ἀγενήτου πάντη καὶ οὐσίας μεριστῆς <τῆς> γιγνομένης περὶ τοῖς σώμασιν, αὕτη καὶ οὐσία πῃ οὖσα ἀμέριστος καὶ γιγνομένη μεριστή, ἀλλ’ οὐ περὶ σώμασιν, ἀλλὰ καθ’ αὐτὴν μεριστὴ γιγνομένη καὶ μηδὲν δεομένη σωμάτων εἰς τὸ εἶναι ὅ ἐστι. καὶ τὸ ἐξ ἀμφοῖν δὲ πρὸς τὴν ψυχὴν οἰκείως, οὐ μόνον, ὡς τινὲς φασιν, ὅτι κατὰ τὸ μέσον ἐστὶν ἀμφοῖν, ἀλλ’ ὅτι καὶ ἅμφω ἐστί, τὰ μὲν ἀμέριστα εἰκονικῶς, τὰ δὲ μεριστὰ παραδειγματικῶς· ἔχει γὰρ τοὺς ἀμφοτέρων λόγους· πάντα γοῦν ἐστὶν ἐν αὐτῇ συστοίχως. ἐπεὶ δὲ καὶ ὁ νοῦς πάντα καὶ τὸ αἰσθητὸν πάντα, προσέθηκε τὸ ἐν μέσῳ, δεικνύς, ὅπως τὰ πάντα ἐπὶ τῆς ψυχῆς ληπτέον, ὅτι μέσως καὶ οὔτε πρῶτως οὔτε ἔσχατως. ἔτι καὶ ἑτέρως ἐξ ἀμφοῖν ἡ οὐσία τῆς ψυχῆς, ὡς ἐξ ὅλου παρηγμένη τοῦ δημιουργι-