Ancient Greek
2.159.31
Proclus Phil., In Platonis Timaeum Commentaria 2.159.31
Unproofread scanNot analysed yet
ἀμέριστος, ὡς μία, ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασι πεπλη- θυσμένη διὰ τὸν περὶ τοῖς σώμασι μερισμόν, ἡ δὲ μέση τούτων μία καὶ οὐ μία· νοῦς μὲν γὰρ μίαν οὐσίαν ἔχει, μίαν ταυτότητα, μίαν ἑτερότητα, καθόσον νοῦς, τὰ δὲ μόρια τῆς ὅλης ψυχῆς πολλά ἐστιν, ἐξ ὧν ἡ ψυχὴ σύγκειται πρὸς ἄλληλα ἡρμοσμένων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐστὶν οὐσία, ταυτόν, ἕτερον, καὶ ὅσα πάντα, τοσαῦται αἱ οὐσίαι, αἱ ταὐτότητες, αἱ ἑτερότητες, ἡριθμημέναι μὲν, ὅμως δὲ πλείους ἑκάστη μιᾶς καὶ οὐ μία, ὡς ὁ νοῦς μία ἐστὶν οὐσία καὶ ταυτότης μία καὶ ἑτερότης· ἡ δὲ μεριστὴ περὶ τοῖς σώμασιν