Ancient Greek
2.16.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.16.1
Unproofread scanNot analysed yet
10 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 31B] ἔστι πῦρ, ἐρωτήσομεν, πόθεν οὖν τὸ ἐνταῦθα πῦρ τοιούτον. εἰ γὰρ ἑκάτερον φωτὸς αἰσθητοῦ γεννητικόν, διὰ τί μὴ καὶ ἑκάτερον πῦρ, εἰ καὶ τὸ μὲν ἄυλον, τὸ δὲ ἐνυλον; λέγω δέ, ὡς ἤδη προεῖπον [p. 8, 24s], τὸ ἄυλον καὶ ἐνυλον πρὸς τὴν παχυτάτην ὕλην καὶ μὴ στέγουσαν τὰ εἴδη διορίζων, ἐκείνην τὴν ἀεὶ ὡσαύτως ἐν τῷ οἰκείῳ εἴδει μένουσαν διιστάς· ἐπεὶ μαθησόμεθα διὰ παντὸς τοῦ κόσμου τὴν ὕλην διήκειν, ὥσπερ καὶ οἱ θεοὶ φασιν· διὸ καὶ τοῦ παντὸς ὀποδοχὴν αὐτὴν ἔχει [49A 51A] προειδῶν. οἷα γοῦν τὰ φῶτα, τοιαῦτα καὶ τὰ πυρά, καὶ ἡ ἀναλογία δείκνυσιν, ὅτι καὶ τὸ ἐκεῖθεν φῶς ἐκ πυρός. καὶ ὁρτέον, ὅτι Πλάτων οὐ θερμότητι χαρακτηρίζει τὸ πῦρ οὐδὲ τῷ ἐπὶ τὸ ἄνω κινεῖ-σθαι —ταῦτα γὰρ τοῦ τῆδε πυρὸς ἴδια, μὴ ὄντος ἐν οἰ-κείῳ τόπῳ —ἀλλὰ τῷ ὀρατῷ· διὰ γὰρ τοῦτον πᾶν περι-λαμβάνει πῦρ, καὶ τὸ θεῖον καὶ τὸ θνητὸν καὶ τὸ καυστικὸν καὶ τὸ ζωστικόν. "Ετι τοίνυν περὶ γῆς τὰ αὐτὰ λεκτέον, ὅτι γῆ ἐστι τὸ πρῶτως στερεόν· μὴ γὰρ μοι λεγέτω τις, ὅτι καὶ ἡ γῆ τὸ στερεὸν ἀλλοχόθεν εἴληφεν, ἀλλ’ ἐν τοῖς αἰσθη-τοῖς τὸ μάλιστα στερεὸν πρὸ τῶν ἧττον τοιούτων ἔχει τὴν ἰδιότητα ταύτην· ἐπεὶ καὶ τὸ μάλιστα θερμὸν πρὸ τῶν ἧτ-τον θερμῶν τοιούτον, καὶ ἀπὸ τούτου τὰ ἧττον ὄντα θερμὰ μεταλαγχάνει τῆς ποιότητος ταύτης. οὕτω δὴ οὖν καὶ τὸ μάλιστα στερεὸν τοῖς ἧττον στερεοῖς τῆς ἑαυτοῦ μεταδίδωσι στερεότητος. εἰ τοίνυν τῶν μὲν ἄλλων στοιχείων ἡ γῆ στε-ρεώτατον, τὸ δὲ στερεώτατον αἴτιόν ἐστιν ἐν ταῖς μίξεσι τοῖς ἧττον στερεοῖς τοῦ εἶναι στερεοῖς, ἀλλ’ οὐχὶ τὰ ἧττον ὄντα τοιαῦτα τοῖς μάλιστα καὶ τοῖς διαφερόντως ἔχουσι τὴν δύναμιν ταύτην, ἀνάγκη δήπου τὴν γῆν αἰτίαν εἶναι τῆς στερεότητος τοῖς ἄλλοις στοιχείοις, ἐναντίως ἔχουσαν πρὸς τὸ πῦρ. καὶ εἰ μὲν τὰ φαινόμενα ταῖς αἰσθήσεσιν ἡμῶν λαμ-βάνομεν, τὸν οὐρανὸν ὡς πύρινον λαμβάνοντες καὶ τὴν γῆν,