Ancient Greek
2.16.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.16.1-2
Unproofread scanNot analysed yet
ἔστι πῦρ, ἐρωτήσομεν, πόθεν οὖν τὸ ἔνταῦθα πῦρ τοιοῦτον. εἰ γὰρ ἑκάτερον φωτὸς αἰσθητοῦ γεννητικόν, διὰ τί μὴ καὶ ἑκάτερον πῦρ, εἰ καὶ τὸ μὲν ἄυλον, τὸ δὲ ἔνυλον; λέγω δέ, ὡς ἤδη προεἶπον [p. 8, 24s], τὸ ἄυλον καὶ ἔνυλον πρὸς τὴν παχυτάτην ὕλην καὶ μὴ στέγουσαν τὰ εἴδη διορίζων, ἐκείνην τὴν ἀεὶ ὡσαύτως ἐν τῷ οἰκείῳ εἴδει μένουσαν δι- B ιστάς· ἐπεὶ μαθησόμεθα διὰ παντὸς τοῦ κόσμου τὴν ὕλην διήκειν, ὥσπερ καὶ οἱ θεοὶ φασιν· διὸ καὶ τοῦ παντὸς ὑποδοχὴν αὐτὴν ἔρει [49 A 51 A] προειδῶν. οἷα γοῦν τὰ φῶτα, τοιαῦτα καὶ τὰ πυρά, καὶ ἡ ἀναλογία δείκνυσιν, ὅτι καὶ τὸ ἐκεῖθεν φῶς ἐκ πυρός. καὶ ὀφτέον, ὅτι Πλάτων οὐ θερμότητι χαρακτηρίζει τὸ πῦρ οὔδὲ τῷ ἐπὶ τὸ ἄνω κινεῖσθαι —ταῦτα γὰρ τοῦ τῆδε πυρὸς ἴδια, μὴ ὄντος ἐν οικείῳ τόπῳ —ἀλλὰ τῷ ὁρατῷ· διὰ γὰρ τοῦτον πᾶν περιλαμβάνει πῦρ, καὶ τὸ θεῖον καὶ τὸ θνητὸν καὶ τὸ καυστικὸν καὶ τὸ ὠστικόν. "Ετι τοίνυν περὶ γῆς τὰ αὐτὰ λεκτέον, ὅτι γῆ ἐστὶ τὸ πρῶτως στερεόν· μὴ γὰρ μοι λεγέτω τις, ὅτι καὶ ἡ γῆ τὸ στερεὸν ἀλλahoθεν εἴληφεν, ἀλλ’ ἐν τοῖς αἰσθητοῖς τὸ μάλιστα στερεὸν πρὸ τῶν ἧττον τοιούτων ἔχει τὴν ἰδιότητα ταύτην· ἐπεὶ καὶ τὸ μάλιστα θερμὸν πρὸ τῶν ἧττον θερμῶν τοιούτον, καὶ ἀπὸ τούτου τὰ ἧττον ὄντα θερμὰ μεταλαγχάνει τῆς ποιότητος ταύτης. οὕτω δὴ οὖν καὶ τὸ μάλιστα στερεὸν τοῖς ἧττον στερεοῖς τῆς ἑαυτοῦ μεταδίδωσι στερεότητος. εἰ τοίνυν τῶν μὲν ἄλλων στοιχείων ἡ γῆ στερεώτατον, τὸ δὲ στερεώτατον αἴτιόν ἐστιν ἐν ταῖς μίξεσι τοῖς ἧττον στερεοῖς τοῦ εἶναι στερεοῖς, ἀλλ’ οὐχὶ τὰ ἧττον ὄντα τοιαῦτα τοῖς μάλιστα καὶ τοῖς διαφερόντως ἔχουσι τὴν δύναμιν ταύτην, ἀνάγκη δήπου τὴν γῆν αἰτίαν εἶναι τῆς στερεότητος τοῖς ἄλλοις στοιχείοις, ἐναντίως ἔχουσαν πρὸς τὸ πῦρ. καὶ εἰ μὲν τὰ φαινόμενα ταῖς αἰσθήσεσιν ἡμῶν λαμβάνοιμεν, τὸν οὐρανὸν ὡς πύριον λαμβάνοντες καὶ τὴν γῆν,