Ancient Greek
2.162.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.162.2
Unproofread scanNot analysed yet
ε οἱ δὲ ἄνωτέρω χωροῦντες δύο νοῦς πρὸ αὐτῆς θέντες, τὸν μὲν τῶν ὅλων τὰς ἰδέας ἔχοντα, τὸν δὲ τῶν μερικῶν, τούτων εἶναι φασί μέσην, ὡς ἀπ’ ἀμφοῖν ὑφισταμένην· οὕτω γὰρ ὁ Ἀσιναῖος λέγει Θεόδωρος, εὕρων παρὰ τῷ Πορφυρίῳ τὴν δόξαν ὡς ἐκ Περσίδος ἤκουσαν· ταῦτα γοῦν Ἀντωνῖνον ἱστορῆσαι τὸν Ἀμμωνίου μαθητήν. τούτων δὲ α πρὸς μὲν τοὺς πρώτους ῥητέον, ὅτι οὔπω τοῦ Πλάτωνος ἀριθμὸν ποιούντος τὴν ψυχὴν ἄτοπον ἀριθμοῦ ζητεῖν ἀρχὰς ἐξ ὧν ἐστι. πρὸς δὲ τοὺς δευτέρους, ὅτι Πλάτων ἀσώματον εἶναι φησι τὴν ψυχὴν καὶ ἀπλοῦν πρὸς πᾶν σῶμα παραβαλλομένην, καὶ αὐτοκίνητον ἔχειν οὐσίαν, οὐδὲν δὲ γ διάστημα τοιοῦτον. πρὸς δὲ τοὺς τρίτους, ὅτι τὴν ἄλογον οὐ βούλεται πρεσβυτέραν εἶναι τῆς λογικῆς· οὐ γὰρ ἄρχεσθαι πρεσβύτερον ὑπὸ νεωτέρου, καθάπερ εἶπεν [34C], δ ὁ Θεὸς ἥξιώσε. πρὸς δὲ τοὺς τετάρτους, ὅτι οὐ περὶ γνώσεώς ἐστι ψυχικὴς ὁ λόγος, ἀλλὰ περὶ οὐσίας· οὐκ ἔδει οὖν μέσην αὐτὴν φάναι τῶν γνωστικῶν δυνάμεων, τῆς νοερᾶς ε καὶ τῆς αἰσθητικῆς. πρὸς δὲ τοὺς πέμπτους, ὅτι πᾶς νοῦς ἀγέννητός ἐστι καὶ σωμάτων χωριστός, ὁ δὲ Πλάτων τὴν μεριστὴν οὐσίαν καὶ γιγνομένην εἶπεν, ἀντιδιελὼν πρὸς τὴν κατὰ τὰ αὐτὰ ἔχουσαν καὶ περὶ τοῖς σώμασι μεριστήν, χωρίζων αὐτὴν τῆς ἔξω τῶν σωμάτων οὐσης καὶ ἀεὶ οὐσης. ἀλλ’ ἐπεὶ καὶ ταῦτα διαίτης ἥξιῶται, τὰ ἔπομενα σκοπῶμεν.