Ancient Greek
2.165.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.165.1-2
Unproofread scanNot analysed yet
καὶ ἡ ἑτερότης ἐκ τούτων, ἀπειροειδὴς οὖσα μειζόνως, ὡς ἡ οὐσία κατ’ ἄμφω ὁμοίως πρόεισι, δῆλον, ὅτι τὴν μὲν τοῦ ἀμεροῦς ταυτότητα καὶ ἑτερότητα μᾶλλον ἐν τῷ πέρατι θήσομεν, τὴν δὲ τῶν μέσων ὁμοίως ἐκ τούτων, τὴν δὲ τῶν μεριστῶν μᾶλλον ἐκ τῶν ἀπείρων, ὡς καὶ τὴν ἑτερότητα τὸ B ἀπειρον τὴν πρώτην σμικρὸν παραλλάττουσαν ἔχειν τοῦ πέρας, καὶ τὴν ταυτότητα σμικρῶς ἐλασσομένην τὸ πέρας. διὸ καὶ τρία λαβὼν αὐτὰ ὄντα εἶπεν, ὡς διωρισμένα ἀλλήλων. καὶ ἐπειδή καὶ τὰ ἐν αὐτῷ πρὸς ἀπογέννησιν ἄλλων ἠπείγετο, διὰ τοῦτο καὶ ἐκ τούτων ἄλλα ὑφίστησιν. εἰ μὲν οὖν ὄντα ἀκούοιμεν τὰ πρὸ τῆς γενέσεως τῶν μέσων, κατ’ αἰτίαν αὐτὰ εἶναι ἐν αὐτῷ φήσομεν (ἦν γὰρ καὶ ἐν αὐτῷ ταῦτα πρὸ τῶν ἀπ’ αὐτοῦ γεννηθέντων)· εἰ δὲ τὰ μέσα νοοῖμεν ὄντα, τὰ ὑποστάντα νοήσομεν (ὄντα γὰρ ἐστὶν ἤδη, διότι παρῆκται πρὸ τῆς μίξεως ἕκαστον χωρὶς ὑπ’ αὐτοῦ, καὶ γέγονεν οὐσία καὶ ταυτότης ἤδη καὶ ἑτερότης, ἑκάστη καθ’ ἑαυτήν). μήποτε δὲ τὸ τρία λαβὼν αὐτὰ ὄντα καὶ ἀπλούστερον ἐξηγητέον, ὅτι λαβὼν αὐτὰ κατὰ τὸν ἀριθμὸν τρία ὄντα· τοσαῦτα γὰρ ἐκ τῶν τριῶν ἀπετέλεσε τῶν ἄκρων νῦν ὑποστάντα παρ’ αὐτοῦ κατὰ τὰς ἐν αὐτῷ προϋπάρχουσας αἰτίας, τὰ μὲν γένη ταῦτα κατὰ τὸ ὅν τὸ δημιουργικὸν παράγων, πᾶσι δὲ ἰδέαν περιτιθεὶς κατὰ τὴν ἕνωσιν τὴν ἐν αὐτῷ καὶ τὴν θεότητα τὴν τοῦ πλήθους C ἐνοποιῶν. καὶ ὅρας, ὅτι καὶ ἕκαστον τῶν τριῶν εἶδος ἦν καὶ τὸ ἐκ τῶν τριῶν μία ἰδέα. δεῖ ἄρα λέγειν εἶδος εἴδων τὴν ψυχὴν καὶ μηδὲν σύνθετον ὅλως καὶ σωματικὸν ἐπ’ αὐτῆς νοεῖν. ἔστι τοίνυν ἡ τριάς αὐτῇ προσήκουσα τῇ οὐσίᾳ τῆς ψυχῆς· δέδεικται γὰρ καὶ πρότερον [p. 125 ss], ὅτι τριαδικὴ ἐστι· καὶ γὰρ τὴν ὅλην ψυχὴν διαιροῦμεν εἰς οὐσίαν, δύναμιν, ἐνέργειαν, καὶ τὴν οὐσίαν εἰς ὑπαρξιν καὶ ἁρμονίαν καὶ εἶδος, καὶ τὴν ὑπαρξιν εἰς τὴν ἰδίως καλουμένην οὐσίαν, ταυτόν, ἕτερον· καὶ οὐ δεῖ θαυμάζειν, εἰ