Ancient Greek
2.165.5
Proclus Phil., In Platonis Timaeum Commentaria 2.165.5
Unproofread scanNot analysed yet
γεννητὰ ταῦτα **P** 26 ὅλως **Q**: μόνως **M P** μόριον τῆς οὐσίας ποιοῦμεν οὐσίαν· λέγεται γὰρ οὐσία καὶ τὸ ἕν γένος τοῦ ὄντος καὶ τὸ ἐκ πάντων ὡς ἄν εἴ στοιχείων συγκεκραμένων γεγονός. εἰ δὲ δή καὶ ζητοῖμεν πάλιν, τί ποιεῖ τὴν μίαν ταύτην ἰδέαν μὴ εἶναι τὴν τυχοῦσαν, ἀλλὰ τὴν κοσμικὴν ψυχήν, ἀλλ᾿ ἄλλην, ἐροῦμεν, ὅτι τὸ ὀλίχον τῶν γενῶν τῶν παραληφθέντων (μέσα γὰρ ἦν οὐ τῶν τυχόντων ἄκρων, ἀλλὰ τοῦ ὅλου νοῦ καὶ τῆς ὅλης σωματικῆς φύσεως, καθ᾿ ἣν ζῶν ὁ κόσμος, ὡς ἔννους κατὰ τὴν ἄμερῆ καὶ ἔμψυχος κατὰ τὴν μέσην) καὶ μέντοι καὶ ἡ τῆς οὐσίας ἐπικράτεια (τοῦτο γὰρ ποιεῖ θεϊὰν ψυχήν, ὡς ἡ τῆς ταυτότητος μόνης δαιμονίαν, ὡς ἡ τῆς ἑτερότητος μόνης μερικήν). καὶ ἡ πρὸς τὰ ἄκρα οὖν διάφορα ὄντα σχέσις διαφορὰν ἐμποιεῖ τοῖς μέσοις, καὶ ἡ τῶν μέσων μῖξις κατὰ τὴν ἑνὸς ἐπικράτειαν ἀφοριζομένη δῆλον ὡς ἐξαλλάττει τὸ ὅλον.