Ancient Greek
2.167.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.167.2
Unproofread scanNot analysed yet
Μιγνὺς δὲ μετὰ τῆς οὐσίας καὶ ἐκ τριῶν ποιησάμενος ἕν, πάλιν ὅλον τοῦτο μοίρας ὅσας προσῆκε διένειμεν 35AB. Ὡσπερ τῷ ποσῷ συνέξευκται τὸ ἴσον καὶ τὸ ἄνισον, καὶ ὡς πᾶν ποσὸν ἢ ἴσον ἐστὶν ἢ ἄνισον, μᾶλλον δὲ καὶ ἴσον ἄμα καὶ ἄνισον (ἀμφοτέρων γὰρ ἕκαστον ἄμα μετέληφε), καὶ ὡς τῷ ποιῷ τὸ ὅμοιον καὶ ἄνόμοιον, καὶ πᾶν ποῖον ὅμοίον ἐστι καὶ ἄνόμοιον, οὕτω δὴ καὶ τῇ οὐσίᾳ συνυπάρχει τὸ ταὐτὸ καὶ θάτερον, καὶ πᾶσα οὐσία ταυτότητός ἐστι καὶ ἑτερότητος μέτοχος· κατ’ αὐτὸ γὰρ τὸ εἶναι ταῦτα ὑπάρχει τοῖς πράγμασιν, ἀλλ’ οὐ κατὰ τὸ ποσὸν ἢ τὸ ποῖον, διόπερ οὐσιώδη ἐστί, μέσα ὄντα τῶν τε θείων γενῶν καὶ τῶν ἐν ποσοῖς καὶ ποιοῖς ὄντων· ἐξήρηται γὰρ ἡ μὲν ταυτότης