Ancient Greek
2.172.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.172.1-2
Unproofread scanNot analysed yet
πλήθη τὰ ἐν τῇ ψυχῇ δηλοῦσιν αἱ μοῖραι, διάκρισιν συνεισ-άγουσαι τῆς μιᾶς οὐσίας, αἱ δὲ συναγωγοὶ τῶν ἁρμονικῶν λόγων δυνάμεις τὰς κατ’ οὐσίαν αὐτῶν συνδέσεις. καὶ εἰ με δεῖ τοῦμόν φάναι, διὰ τούτων γίνεται δῆλον, ὅπως ἡ οὐσία τῆς ψυχῆς μέση τῆς τε ἄμεροῦς ἐστὶ καὶ τῆς με-ριστῆς· οὔτε γὰρ μία ἐστὶν ὡς ἡ τοῦ νοῦ· μία γὰρ ἐν ἐκείνῳ οὐσία, μία ζωή, μία νόησις, καθόσον εἷς ἐστι νοῦς· οὔτε εἰς ἄπειρον διαιρετή, καθάπερ ἡ τῆς μεριστῆς περὶ τοῖς σώμασιν· ἄλλου γὰρ αὕτη οὖσα συνδιαιρεῖται τοῖς τοῦ ἐν ᾧ ἐστι πλήθεσιν, ἀπειρουμένη καὶ αὐτὴ μετ’ ἐκείνων· ἡ δὲ τῆς ψυχῆς οὐ μία μὲν διὰ τὰ πλήθη τῶν μερῶν, ὡρισμένη δὲ κατ’ ἀριθμόν· ἣν γὰρ ὑπέστησε μίαν μοῖραν ὁ Θεός, μίαν δεῖ μένειν ἀδιαίρετον, καὶ τὸ ὅλον πλήθος τῶν μορίων ἐκ τοιαύτης ἀρξάμενον τὴν ἀπειρίαν ἀναίνεσθαι τῶν διαιρέσεων. ὥστε καὶ μία ἡ οὐσία τῆς ψυχῆς καὶ οὐ μία μέν, ἐν ὅροις δὲ ὑφεστῶσα κατ’ ἀριθμὸν ὡρισμένοις καὶ ἐστώσιν, ἵνα καὶ ταύτῃ δεικνύηται ἀριθμὸς οὖσα ἡ ψυχή, τὴν οἷον δίζαν τῶν ἑαυτῆς μερῶν ἀδιαίρετον ἔχουσα καὶ ὄντως μίαν. εἰ δὲ ταῦτα ἀληθῆ, δῆλον ὅτι ὅσος ἂν ὁ ἀριθμὸς ληφθῇ τῶν μοιρῶν εἰς ταὐτὸν συλλογισθείς, τοσοῦτον ἔσται καὶ τῶν μονάδων τὸ πλήθος, ἐξ ὧν ἡ ψυχή· καὶ ἔσται ἐκάστη τῶν μονάδων οὔτε μαθηματική (ἄνούσιοι γὰρ αἱ τοιαῦται μονάδες) οὔτε φυσική (ἐν ὑποκειμένοις γὰρ αἱ τοι-αῦται μονάδες), ἀλλὰ οὐσία μὲν αὐτὴ καθ’ ἑαυτὴν οὖσα ἄσωματος, οὖσα δὲ ἐκ τῶν μέσων γενῶν, δι’ ἃ οὐδὲ αὐτὴ ἐν ἀπλῶς, ἀλλὰ μετέχουσα τινος ἑνός, ἔτι δὲ ἀδιαίρετος εἰς ὅμοια καὶ ταύτῃ τοῦ ἐν σώμασιν ἑνὸς διαφέρουσα, ὁ διαι-ρεῖται εἰς ὅμοια ἐπ’ ἄπειρον. εἰ δὲ μονὰς ἐκάστη τοιαύτη καὶ ὁ σύμπας αὐτῆς ἀριθμὸς ἐκ μονάδων ἔσται τοιούτων οὐσιωδῶν, ὧν ἐκάστη ἀδιαίρετος εἰς ἄλλας μονάδας, καὶ διὰ