Ancient Greek
2.173.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.173.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35 AB] ταύτας μὲν ἦν πλήθος, διὰ δὲ τὴν ὁλότητα τὴν ἑαυτῆς μία, περιλαβοῦσα τὸ πλήθος τούτων ἐνοειδῶς εἴτ’ ἂν ἐν <καὶ οὐχ’ ἐν> ἡ ψυχή· ὅλος γὰρ εἰ ἔστιν ἐν αὐτῇ μὴ μόνον τὸ μεριστόν, ἀλλ’ ὁμοῦ καὶ τὸ ἀμέριστον, δεῖ δήπουθεν ἐκά- 5 τερον εἶναι πως μένον, τὸ μὲν κατὰ τὸ ἐν αὐτῇ ἐνοειδές, τὸ δὲ κατὰ τὸ πληθυνόμενον, καὶ μήτε τὴν διαίρεσιν ἀφανίζειν τὸ ἐν μήτε τὴν ἕνωσιν τὸν μερισμόν, καὶ τοῦτ’ ἦν, ὡς ἔοικεν, ὁ καὶ Ξενοκράτης ἀκούσας τοῦ καθηγεμόνος ἠνέχτο λέγων κατ’ ἀριθμὸν εἶναι τὴν ψυχὴν οὐσίαν, ἐξ 10 οὐσιῶν μιᾶν πολλῶν αὐτὴν ὑπάρχειν δηλῶν κατ’ οὐσίαν οὖσαν ἀριθμόν, ὅλην δι’ ὅλης ἑαυτῆς μένουσαν, ἅμα μίαν καὶ διαιρουμένην εἰς πλήθος μερῶν οὐσιωδῶν. ἐπειδὴ δὲ διαιρέσεις ἡ μὲν ἔστιν οὐσιωδῆς τῶν ψυχῶν, ἡ δὲ ἀπὸ τῆς Ε αὐτῶν ζωῆς —λέγονται γὰρ αἱ ἡμέτεραι ψυχαὶ ζῆν ποτε 15 Πτανικῶς ἑαυτὰς διαιροῦσαι περὶ τοῖς σώμασιν —ἵνα μηδὲν τοιοῦτον ἐπὶ τῆς ὅλης ψυχῆς ἐννοήσωμεν —οὐ γὰρ θέμις τὰ ἐλαττώματα τῶν μεριστῶν ψυχῶν ἐπὶ τὰς θείας ἀναπέμπειν —ὅσας προσῆκε, φησί, τοσαύτας μοῖρας αὐτῇ διένειμεν ὁ θεός· καὶ γὰρ τὸ διαιροῦν κατ’ αἰτίαν 20 διαιρεῖ νοερὰν καὶ τὸ διαιρούμενον οὐσιωδῶς διαιρεῖται. πρέπων οὖν καὶ τῷ διαιροῦντι καὶ τῷ διαιρουμένῳ τῆς διαιρέσεως ταύτης ὁ τρόπος, ἀγαθοειδῆς ὢν καὶ τελειωτικὸς τῆς οὐσίας τῶν ψυχῶν, προάγων αὐτὴν εἰς ποικιλίαν νοερὰν καὶ παντελῆ ποιῶν τῷ πάντα ἐν αὐτῇ τοὺς λόγους 25 ἀποτίθεσθαι τῶν ὄντων. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, οὐ χρῆ τῆς ἑνώσεως ἀφίστασθαι κατὰ τὴν διαίρεσιν οὔδὲ τὴν ὁλότητα δαπανᾶν εἰς τὴν γένεσιν τῶν μερῶν, ὡς δοκεῖ τοῖς ὀήμασι λέγειν ὁ Τίμαιος [36 B] εἰπών, ὅτι κατανάλωτο τὸ μὲν ἐς ταῦτα τὰ τμήματα, οὔδ’ οἷον κανόνος τινὸς φαν- 30 τάξεσθαι κατατομήν· σωματοειδεῖς γὰρ οἱ τρόποι πάντες οὕτοι καὶ ταῖς ἀώλοις οὐσίαις οὐδὲν διαφέροντες· πᾶν γὰρ F τὸ ὑπὸ τοῦ δημιουργοῦ γεγόμενον μένειν δεῖ ταυτόν, εἴπερ