Ancient Greek
2.174.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.174.3
Unproofread scanNot analysed yet
Ἐκάστην δὲ ἐκ τε ταύτου καὶ θάτερου καὶ οὐ- 15 σίας μεμιγμένην. ἠρξετο δὲ διαιρεῖν ὡδε [35 B]. Εἰ γὰρ πάντα ἐν πᾶσιν ἐστι τὰ γένη τὰ ὑποστατικά τῆς ψυχῆς καὶ ἔστιν ὁμοιομερὴς ὅλη πρὸς ἑαυτήν, οὐδὲν ἀποστήσειν αὐτὴν τῆς συνεχειας καὶ τῆς ἐνώσεως· καὶ γὰρ εἰ ἐπὶ τῶν σωμάτων τὰ ὅμοια συμφύεται ἀλλήλοις ἀμέσως, 20 πόσῳ δὴ μᾶλλον ἐπὶ τῆς ἀσώματου φύσεως τὰ οἷον μέρη πάντα ἐνίζεταί καὶ τὸ ὅλον τῷ ἐνὶ κεκράτηκε, μήτε τῶν μερῶν συγχεομένων διὰ τὴν τοῦ ὅλου θέσιν μήτε τῆς ὁλότητος ἐξισταμένης διὰ τὴν διάκρισιν τῶν μερῶν. λάβοις δ’ Β ἂν ἐκ τούτων καὶ ὅτι κατὰ πάντα ἑαυτῆς ἡ ψυχὴ τὰ μέρη 25 καὶ ἀμέριστός ἐστι καὶ μεριστή· εἰ γὰρ πᾶσα μοῖρα πάντων μετέχει τῶν μέσων γενῶν, οὐδὲν ἔστιν αὐτῆς λαβεῖν, ὃ μὴ ὑφῆσθην ἐκ τούτων. εἰς ταῦτα δὲ βλέποντες οἱ παλαιοὶ κἀκεῖνα συλλογίζονται πολλαχοῦ περὶ αὐτῆς, ὅτι πᾶσα καὶ ὡν ἐστι καὶ ζωή καὶ νοῦς, καί, ὅπερ ἂν λάβῃς τῶν τριῶν, 30 καὶ τὰ λοιπὰ συνάγεις, ἐπειδὴ πάντα ἐν αὐτῇ διὰ πάντων φοιτᾷ, καὶ ἡ πᾶσα μία ἐστὶ, καὶ τὸ ἐν αὐτῆς παντελὲς ἐστι