Ancient Greek
2.176.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.176.1
Unproofread scanNot analysed yet
168 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 35B] ἐκ τούτων οὐ πάντων, ἀλλ’ ἐκ τῶν πολλαπλασίων καὶ τῶν ἐπιμορίων, τὸ μὲν διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λέγοντες εἶναι, τὸ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, τὸ δὲ διὰ πασῶν ἐν διπλασίῳ, καὶ τὸ μὲν διὰ πασῶν ἅμα καὶ διὰ πέντε ἐν τριπλασίῳ, τὸ δὲ δις διὰ πασῶν ἐν τετραπλασίῳ· τὸ γὰρ διὰ πασῶν ἅμα καὶ διὰ τεττάρων οὐκ ἔδοξεν αὐτοῖς εἶναι σύμφωνον, ὅτι ἐν πολλαπλασιεπιμερεῖ λόγῳ συνίσταται τῷ τοῦ ὀκτὼ πρὸς τὸν τρία· μέσος γὰρ αὐτῶν ὁ ξξ, ποιῶν πρὸς μὲν τὸν ἐλάσσωνα τὸν διπλάσιον λόγον, πρὸς δὲ τὸν μείζωνα τὸν ὑπερίτριτον. ταῦτά τε οὖν προληπτέα καὶ ὅτι ἐπόχθδος ἐστὶν ὁ τονιαῖος λόγος, καὶ ὅτι τὸ μὲν ἐπίτριτον ἐκ δύο τόνων ἐστὶ καὶ λείμματος, τὸ δὲ ἡμιόλιον ἐκ τριῶν τόνων καὶ λείμματος. τίς δὲ ὁ τοῦ λείμματος λόγος, ὅστερον μαθησόμεθα [p. 179s]. καὶ μὴν καὶ ὅτι τρία τὰ γένη τῶν ἀρμονιῶν ἐστι, διάτονον, ἐναρμόνιον, χρωματικόν, καὶ ὅτι τὸ μὲν διάτονον ἐστὶν ἐξ ἡμιτονίου —τοῦτο δὲ ἐστὶ τὸ λεγόμενον ἡμιτόνιον οὐ κυρίως ἡμιτόνιον, ἀλλὰ λείμμα —καὶ τόνου καὶ ἑτέρου τόνου, τὸ δὲ ἐναρμόνιον ἐκ διέσεως καὶ ἑτέρας διέσεως καὶ διτόνου, τὸ δὲ χρωματικὸν ἐξ ἡμιτονίου καὶ ἡμιτονίου καὶ τριημιτονίου. ἐστὶ δὲ ἡ διέσις τὸ οἷον τέταρτον τοῦ τόνου, οὐχ ὡν κατ’ ἀλήθειαν τέταρτον, ὥσπερ οὐδὲ τὸ λείμμα ἡμιτόνιον ἀκριβῶς. ἀποδείξομεν δὲ ταῦτα διὰ τῶν ἐπομένων [p. 179s]. τριῶν δὲ ὄντων τῶν γενῶν, ὧν ἕκαστόν ἐστι ποιὰ τετραχόδου διαίρεσις, ὁ Πλάτων φαίνεται τῷ διάτῳ μόνῳ χρῶμενος· ἀξιοῖ γὰρ τοὺς ἐπιτρίτους λόγους εἰς ἐποχθδους καὶ λείμμα διαιρεῖν, ἀλλ’ οὐχὶ εἰς διέσεις ἐναρμονίους οὐδὲ εἰς δίτονον ἢ τριημιτόνιον· προσέθηκε δὲ τὸ ἐναρμονίους, ἐπειδὴ καὶ τὸ ἡμιτόνιον τῶν παλαιῶν τινες διέσιν ἐκάλουν. καὶ ἔοικεν ὁ Πλάτων τοῦτο παραλαβεῖν τὸ γένος, λέγω δὴ τὸ