Ancient Greek
2.180.2 to 2.181.22
Proclus Phil., In Platonis Timaeum Commentaria 2.180.2-2.181.22
Unproofread scanNot analysed yet
3 προσκείσθω ll. :em ζ 8 τὸν Hulisch Kroll: τι τὸν M: τι P: τοῦτον Q 9 ἑννέα M 10 παρὰ τὸ μέσον P 14 ἕκτω M 15 ἡ P 22 καὶ γίνεται Q ὁ ιβ P 25 τὸ θ P 27 ἥμισυ M sic 28 τὸν? Kroll 30 ἐπὶ τὴν μονάδα om Q 31 ἕνα L: ἑνὸς MP: ᾶ Q παραλαβὼν P τῶν ἄκρων τὸν γ ἔχω τὸ πλάτος τρίτον τινός, ἵνα ὁ γ ἐπὶ τοῦ- τον ποιήσῃ τὸ παραβληθὲν ἐν ὅλον. τοῦτο οὖν τὸ τρίτον τῷ ἐνὶ προσθεὶς ἔχω τὸν μέσον τῆς ἁρμονικῆς μεσότητος, ὡς καὶ ἐπὶ τῶν ἐμπροσθεν [p. 172, 11 ss]. ταύταις δὴ χρώμενοι ταῖς μεθόδοις τὰ διπλάσια πάντα καὶ τριπλάσια διαστήματα συμπληρώσομεν ἐμμεθόδως ταῖς τε ἀριθμητικαῖς καὶ ταῖς ἁρμονικαῖς μεσότησιν, ὅς δὴ παραλήψεται ὁ Τίμαιος ἐν τῇ γεωμετρικῇ μεσότητι καὶ παραλαβὼν ἐπανύψήσει ταῖς τῶν ἄλλων μεσοτήτων ἐμβολαῖς. Ὅλως δὲ ἐπειδή τῶν τριῶν μνη- μονεύει μεσοτήτων, ὧν περιληπτικὴν εἶναι τὴν γεωμετρικὴν, προσκεισθῶ τοῖς εἰρημένοις θεώρημα τοιοῦτον· ἐὰν ἡ διεχὴς ἀναλογία καὶ τῶν μέσων ἄτερος ποιῇ τὴν ἀριθμητικήν, ὁ λοιπὸς ποιήσει τὴν ἁρμονικὴν μεσότητα, καὶ ἀνάπαλιν· ἔστω- σαν γὰρ ὅροι τέσσαρες ὡς <δ> Α πρὸς Β ὁ Γ πρὸς Δ, καὶ ἀριθ- μητικὴ μεσότης ὁ Β· λέγω, ὅτι ἁρμονικὴ ὁ Γ· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ ἴσον τῷ ὑπὸ ΒΓ, ὁ δὲ Β ἀριθμητικὴ μεσότης, καὶ τὸ ὑπὸ συναμφότερου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΒΓ, διότι διπλάσιος ὁ συναμφότερος ΑΔ τοῦ Β ὡς ἐν ἀριθ- μητικῇ μεσότητι· τὸ ἄρα ὑπὸ συναμφότερου τοῦ ΑΔ καὶ Γ διπλάσιον τοῦ ὑπὸ ΑΔ. ἦν δὲ τοῦτο ἁρμονικῆς ἴδιον, τὸ ὑπὸ τῶν ἄκρων καὶ μέσου διπλάσιον εἶναι τοῦ ὑπὸ τῶν ἄκρων. πάλιν ἔστω ἁρμονικὴ μεσότης ὁ Γ· λέγω, ὅτι ἀριθ- μητικὴ ὁ Β· ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΑΔ καὶ Γ διπλάσιον τοῦ