Ancient Greek
2.182.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.182.1-2
Unproofread scanNot analysed yet
πάλιν ἔστω τῶν τεττάρων ὀρῶν μέσος μὲν Β ἀριθμητικὴ μεσότης, ὁ δὲ Γ ἀρμονική· λέγω, ὅτι ἔστιν ὡς ὁ Α πρὸς Β, ὁ Γ πρὸς Δ· ἐπειδή γὰρ ὁ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ καὶ τοῦ Γ διπλάσιος τοῦ ὑπὸ ΑΔ διὰ τὴν ἀρμονικήν, ὁ δὲ ὑπὸ συναμφοτέρου τοῦ ΑΔ διπλάσιος τοῦ ὑπὸ ΒΓ διὰ τὴν ἀριθμητικήν, ὁ ἄρα ὑπὸ ΑΔ ἴσος τῷ ὑπὸ ΒΓ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς Β, οὕτως ὁ Γ πρὸς Δ· τοῦτο δ’ ἦν γεωμετρικῆς ἴδιον. αἱ ἄρα δύο μεσότητες περιέχονται ὑπὸ τῆς γεωμετρικῆς καὶ ἀντιστρέφουσιν ἀλλήλαις. ἀλλ’ ἐπεὶ καὶ ταῦτα προεῖρηται, ἐπὶ τὸ προκείμενον χωρῶμεν.